Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.adl.G13

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ιδ Παῦνι κθ ἀπέδοτο Πανᾶς Πατῆι τὸ ἐπιβάλλον αὐτῶι μέρος ἕβδομον σφραγίδων δ χαλκοῦ ταλάντων ιβ. βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους τεσσαρεσκαιδεκάτου ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παῦνι κθ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Πανᾶς Πατῆτος Πέρσης τῆς ἐπιγονῆς τῶν ἐκ Παθύρεως ὡς ἐτῶν με μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ ὑπὲρ ὀφθαλμὸν ἀριστερὸν κακοπώγων ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι καὶ τοῖς δανεισταῖς ἐν τῶι ἀπὸ βορρᾶβορραῖ πεδίωι Παθύρεως γῆς ἠπείρου σιτοφόρου ἀδιαιρέτου σφραγίδων δ, μιᾶς μὲν ἀρουρῶν ὅσων ἂν ἦι ἧς γείτονες νότου γῆ Πατήφιος τοῦ Πεμσάιος, βορρᾶ γῆ Πακοίβιος ἧς κρατοῦσιν οἱ Φίβιος τοῦ Πανεχάτου υἱοί, ἀπηλιώτου ὁδὸς βασιλική, λιβὸς γῆ Ψεμμώνθου τοῦ Πανεχάτου, ἄλλης ὁμοίως γείτονες νότου γῆ τοῦ προγεγραμμένου Πακοίβιος ἧς κρατοῦσιν οἱ αὐτοί, βορρᾶ Ταθώτιος τῆς Φίβιος, ἀπηλιώτου ὁδὸς βασιλική, λιβὸς γῆ Νεχούτου τοῦ Πελαίου καὶ γῆ Πορεγέβθιος τοῦ Ἐπωνύχου, ἄλλης σφραγίδος λεγομένης Φαμούνιος, γείτονες νότου γῆ Παθώτου τοῦ Πατοῦτος, βορρᾶ γῆ Πατσεοῦτος τοῦ Φίβιος, ἀπηλιώτου ποταμός, λιβὸς γῆ λεγομένη Ἁροήριος, ἄλλης ἧς γείτονες νότου γῆ Ὀννώφριος τοῦ Ἰμούθου ἧς κρατεῖ Πετοσῖρις ὁ ἱερεύς, βορρᾶ γῆ Ἀχοναίβιος τοῦ Πόρτιτος, ἀπηλιώτου διῶρυξ λεγομένη Τέλωνος, λιβὸς ὄρος, ἢ οἳ ἂν ὦσι γείτονες τούτων πάντων πάντοθεν, τὸ ἐπιβάλλον αὐτῶι μέρος ἕβδομον. ἐπρίατο Πατῆς Ποήριος Πέρσης τῆς ἐπιγονῆς τῶν ἐκ τῆς αὐτῆς Παθύρεως ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ μετώπῳ ἐκἐγ δεξιῶν χαλκοῦ ταλάντων δέκα δύο . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτηνταυην πάντων Πανᾶς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πατῆς ὁ πριάμενος. Πανίσκος κεχρημάτικα. ἔτους ιδ Παῦνι κθ τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς πανίσκος δεκάτης ἐγκυκλίου κατὰ τὴν παρὰ Πανίσκου τοῦ πρὸς τῆι ὠνῆι διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Ἀπολλώνιος ὁ ἀντιγραφεύς, Πατῆς Ποήριος γῆς ἠπείρου ἐν σφραγῖσι δ ὅσαι ἐὰν ὦσι ἐν τῶι ἀπὸ βορρᾶ πεδίωι Παθύρεως, ὧν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συγγραφῆς, ἃς ἠγόρασεν παρὰ Πανᾶτος τοῦ Πατῆτος χαλκοῦ ταλάντων ιβ, τέλος τάλαντον α Ασ. Πανίσκος τραπεζίτης τάλαντον α Βχμ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.