no image
DDbDP-text
Sale of Land, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 20.
Each record below describes this same artifact or text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου θεοῦ Φιλομήτορος καὶ Βερενίκης τῆς ἀδελφῆς θεᾶς Φιλαδέλφου ἔτους ἑκκαιδεκάτου ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Φαρμοῦθι ἐν Ποινκώρει τῆς κάτω τοπαρχίας τῆς Λιβύης τοῦ Διοπολίτου ἐπὶ τοῦ παρὰ ἀγορανόμου. ἀπέδοτο Ὧρος Ἑρμίου ὡς ἐτῶν δέκα δύο μετὰ προσπωλουμένης τῆς Ὥρου συγγενοῦς Ἀρσινόης τῆς Βελλέους ὡς ἐτῶν κβ μέσης μελιχρόου στρογγυλοπροσώπου εὐθύρινος οὐλὴ μετώπῳ ἐκἐγ δεξιῶν μετὰ κυρίου Πτολεμαίου τοῦ Ψενμεγχείους ὡς ἐτῶν λε μέσου πάντες τῶν ἐκ τοῦ Παθυρίτου τὴν ὑπάρχουσαν τῶι πατρὶ τοῦ Ὥρου γῆν ἀρουρῶν ἐν τῶι ἄνω πεδίωι Κροκοδίλων πόλεως ἀπὸ σφραγῖδος μιᾶς ἀναγραφομένης εἰς Ψενμ τῶν πενταρούρων, νότου γῆγηι Πετεσούχου τοῦ Ἑρμίου γῆι, βόρρᾶ γῆγηι Βελλέους καὶ τῶν ἀδελφῶν ?, ἀπηλιώτου τὸ λοιπὸν τῆς σφραγῖδος, λιβὸς γῆγηι Ὥρου τοῦ Νεχούθου τοῦ ὠνουμένου· ὁμοίως δὲ καὶ ἀπὸ τῶν ὑπαρχόντων αὐτοῖς ψιλῶν τόπων ἐν τῶι ἀπὸ λιβὸς μέρει κώμης Μούχεως ἑπταρούρων πήχεις στερεοὺς μέτρῳ βασιλικοὺς τριακοσίους ὧν γείτονες νότου οἰκία Πκώιος ἧς κρατεῖ , βορρᾶ οἱ λοιποὶ τόποι, ἀπηλιώτου ῥύμη βασιλική, λιβὸς οἱ λοιποὶ τόποι, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.