no image
DDbDP-text
Receipt for Military Supplies via HGV-meta
Linked by Trismegistos ID
TM 21694.
Each record below describes this same artifact or text from a different angle.
Δαμαρίωνι στρατηγῶι Ἑρμοπολίτου Ἀντώνιος Ἰουστεῖνος δουπλικάριος διαπεμ φθεὶς ὑπὸ Οὐαλερίου Φροντείνου ἐπάρχου τῆς ἐν Κόπτῳ εἴλης Ἡρακλειανῆς. μεμέτρημαι παρὰ πρεσβυτέρων κώμης Τέρτον Ἐπᾶ τοῦ ΠατεμίτΠατεμίτου ἄνω τὰς ἐπιβληθείσας τῇ κώμῃ αὐτῶν ἀπὸ τῶν κελευσθεισῶν ὑπὸἁπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Λογγαίου Ῥούφου συνωνηθῆναι ἀπὸ γενήματος τοῦ διελη λυθότος κδ ἔτους κριθῆς ἀρταβῶν μυριάδων δύο εἰς χρείας τῆς προκειμένης εἴλης κριθῆς μέτρῳ δημοσίῳ δοχικῷ μετρήσειμετρήσι τῇ κελευσθείσῃ ἀρτάβας ἑκατὸν, γίνονται κριθῆς ἀρτάβαι ρ, ἀκολούθως τῷ γενομένῳ ἐπιμερισμῷ ὑπὸ τῶν τοῦ νομοῦ πραγματικῶν. τὴν δʼ ἀποχὴν ταύτην τετρασσὴντετρασὴν ἐξεδόμην. ἔτους κε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Βρεταννικοῦ Μεγίστου Παῦνι Ἀντώνιος ἸουστεῖνοςἸουστῖνος δουπλικάριος μεμέτρημαιμεμέτρημε τὰς τῆς κριθῆς ἀρτάβας ἑκατόν, ἀρτάβαι ρ, ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.