no image
DDbDP-text
Receipt for Military Supplies via HGV-meta
Linked by Trismegistos ID
TM 21695.
Each record below describes this same artifact or text from a different angle.
Πλουτογένει βασιλικῷ γραμματεῖ Ἑρμοπολίτου διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν Ἀντώνιος Ἰουστεῖνος δουπλικάριος διαπεμφθεὶς ὑπὸ Οὐαλερίου Φροντείνου ἐπάρχου τῆς ἐν Κόπτῳ εἴλης Ἡρακλιανῆς. μεμέτρημαι παρὰ πρεσβυτέρων κώμης Ἑρείθεως τοῦ διεληλυθότος κε ἔτους διὰ Ἀμ φιθαλοῦς Ἀρείου νομοφύλακος τῆς αὐτῆς κώμης τοῦ ἐνεστῶτος κϛ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὰς ἐπιβλη θείσας τῇ κώμῃ αὐτῶν ἀπὸ τῶν κελευσθει σῶν ὑπὸ Λογγαίου Ῥούφου τοῦ ἡγεμονευσάν τοςλαμπροτάτου συνωνηθῆναι ἀπὸ γενήματος τοῦ β ἔτους κριθῆς ἀρταβῶν μυριάδων δύο εἰς χρείας τῆς αὐτῆς εἴλης κριθῆς μέτρῳ δημοσίῳ δοχικῷδοκιχῶι μετρήσει τῇ κελευσθείσῃ ἀρτά βας ἑκατὸν ἑβδομήκοντα, γίνονται κριθῆς ἀρτάβαι ρο, ἀκο λούθως τῶι γενομένωι ἐπιμερισμῶι ὑπὸ τῶν τοῦ νομοῦ πραγματικῶνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.