Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.amh.2.31
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ϛ Χοίαχ η. τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν ἐφʼ ἧς Διονύσιος εἰς τὸν ἴδιον λόγον τῶν βασιλέων κατὰ διαγραφὴν Ἑρμίου τοῦ ἐπὶ τῶν προσόδων καὶ Φίβιος τοῦ βασιλικοῦ γραμματέως, ἧς καὶ τὸ ἀντίγραφον ὑπόκειται, Σενποῆρις Ὀννώφριος προστίμου φοινικῶνος πηχῶν β χαλκοῦ Ασ τέλη ρπ. Διονύσιος τραπεζίτης. Ἑρμίας Διονυσίωι χαίρειν. ἐπιβάλλοντες εἰς τὸν Παθυρίτην διεπεμψάθεθα τοὺς παρʼ ἡμῶν εἰς τὰς τοπαρχίας σχεθησομένους τῆς εἰσαγωγῆς τῶν ὀφειλομένων πρός τε τὴν σιτικὴν μίσθωσιν καὶ τὴν ἀργυρικὴν πρόσοδον, καὶ ἐπὶ τῆς συνσταθείσης πρακτορείας ἐν τοῖς Μεμνονείοις σημανθέντος ὑπάρχειν τόπους περιειλημμένους εἰς φυτείαν φοινίκων καὶ μεταπεμψάμενος Τοτοῆν τὸν κωμογραμματέα καὶ ἐπελθόντες ἐπὶ τὸν Σενποήριος τῆςτου Ὀννώφριος τόπον καὶ ἐγμετρήσαντες ἐγβῆναι πήχεις β, καὶ ταύτην μεταπεμψάμενοι πειθανάγκης προσαχθείσης περὶ τοῦ καθήκοντος προστίμου ὡς τῆς ἀρούρας διὰ τὸ παρειληφέναι ἀπὸ χέρσου ταλάντων ι τὰς συναγομένας χαλκοῦ Ασ καὶ ταύτης ἐπιδεξαμένης, κατακολουθήσας καὶ δε ξάμενος ἐπὶ τῆς ἐν Ἑρμώνθει τραπέζης, συνυπογράφοντος Φίβιος τοῦ βασιλικοῦ γραμματέως τοῦ δὲ τοπογραμματέως ἐντάσσοντος διὰ τῆς ἑαυτοῦ ὑπογραφῆς τά τε μέτρα καὶ τὰς γειτνίας καὶ προσδιασαφοῦντος μηδὲν ἐν τούτοις ἠγνοῆσθαι, τὰς τοῦ χαλκοῦ πρὸς ἀργύριον Ασ ἀνάφερʼ ἐν λήμματι εἰς τὸ πρόστιμον εἰς τὰ ἀναγεγραμμένα ὑπὸ τῶν παρʼ ἡμῶν ὡς καθήκει, ἐφʼ ὧι ταξαμένηταξαμενηι ἕξει ἐν φυτείαι τὸν τόπον φοίνιξι οὐδένα λόγον συνισταμένησυνισταμενηι πρὸς ἡμᾶς περὶ οὐδενὸς ἁπλῶς. προσκόμισαι δὲ καὶ τά καθήκοντα τέλη διπλᾶ καὶ εἴ τι ἄλλο καθήκει. ἔρρωσο. ἔτους ϛ Χοίαχ ϛ. δέξαι τὰς τοῦ χαλκοῦ πρὸς ἀργύριον χιλίας διακοσίας, γίνονται Ασ, καὶ εἴ τι ἄλλο καθήκει. ἔτους ϛ Χοίαχ ϛ. Φῖβις, ἐὰν ὁ τοπογραμματεὺς ὑπογράφῃ ταῦθʼ οὕτως ἔχεινἔχει καὶ μηθὲν ἠγνοῆσθαι καὶ ἐντάξῃἐντάξει τά τε μέτρα καὶ τὰς γειτνίας, δέξαι τὰςτα τοῦ χαλκοῦ πρὸς ἀργύριον χιλίας διακοσίας, γίνονται Ασ, καὶ τὰ ἄλλατἆλλα τὰ προσδιαγραφόμενα. ἔτους ϛ Χοίαχ ϛ. Παμώνθης, δέξαι παρὰ τῆς Σενποήριος τιμὴν τῶν δηλουμένων τὰς τοῦ χαλκοῦ πρὸς ἀργύριον δραχμὰς χιλίας διακοσίας, γίνεται χαλκοῦ Ασ, καὶ τὰ ἄλλατἆλλα τὰ καθήκοντα· εἶναι δὲ τὰς γειτνίας ἐξ ὧν ἀνενεγκεῖν Τοτοῆν τὸν κωμογραμματέα νότου οἰκίαι αὐτῆς Σενποήριος βορρᾶ περίστασις τοῦ φρουρίου ἀπηλιωτοῦ οἰκίαι Ἁτος λιβὸς ῥύμη. ἔτους ϛ Χοίαχ ϛ.Cross-references (3)
- TM-Text 43546 primary
- DDbDP-Text p.amh;2;31 tier-1
- HGV-Text 43546 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.