no image
DDbDP-text
Linked by Trismegistos ID
TM 43546.
Each record below describes this same artifact or text from a different angle.
[column i]
ἔτους ϛ Χοίαχ η. τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν ἐφʼ ἧς Διονύσιος εἰς τὸν ἴδιον λόγον τῶν βασιλέων
κατὰ διαγραφὴν Ἑρμίου τοῦ ἐπὶ τῶν προσόδων καὶ Φίβιος τοῦ βασιλικοῦ γραμματέως, ἧς καὶ
τὸ ἀντίγραφον ὑπόκειται, Σενποῆρις Ὀννώφριος προστίμου φοινικῶνος πηχῶν β χαλκοῦ
Ασ τέλη ρπ.
Διονύσιος τραπεζίτης.
Ἑρμίας Διονυσίωι χαίρειν. ἐπιβάλλοντες εἰς τὸν Παθυρίτην διεπεμψάθεθα τοὺς παρʼ ἡμῶν
εἰς τὰς τοπαρχίας σχεθησομένους τῆς εἰσαγωγῆς τῶν ὀφειλομένων πρός τε τὴν σιτικὴν
μίσθωσιν καὶ τὴν ἀργυρικὴν πρόσοδον, καὶ ἐπὶ τῆς συνσταθείσης πρακτορείας ἐν τοῖς
Μεμνονείοις σημανθέντος ὑπάρχειν τόπους περιειλημμένους εἰς φυτείαν φοινίκων
καὶ μεταπεμψάμενος Τοτοῆν τὸν κωμογραμματέα καὶ ἐπελθόντες ἐπὶ τὸν Σενποήριος
τῆς Ὀννώφριος τόπον καὶ ἐγμετρήσαντες ἐγβῆναι πήχεις β, καὶ ταύτην μεταπεμψάμενοι
πειθανάγκης προσαχθείσης περὶ τοῦ καθήκοντος προστίμου ὡς τῆς ἀρούρας διὰ τὸ παρειληφέναι
[column ii]
ἀπὸ χέρσου ταλάντων ι τὰς συναγομένας χαλκοῦ Ασ καὶ ταύτης ἐπιδεξαμένης, κατακολουθήσας καὶ δεξάμενος ἐπὶ τῆς ἐν Ἑρμώνθει τραπέζης, συνυπογράφοντος Φίβιος τοῦ βασιλικοῦ γραμματέως τοῦ δὲ τοπογραμματέως
ἐντάσσοντος διὰ τῆς ἑαυτοῦ ὑπογραφῆς τά τε μέτρα καὶ τὰς γειτνίας καὶ προσδιασαφοῦντος μηδὲν
ἐν τούτοις ἠγνοῆσθαι, τὰς τοῦ χαλκοῦ πρὸς ἀργύριον Ασ ἀνάφερʼ ἐν λήμματι εἰς τὸ πρόστιμον εἰς τὰ ἀναγεγραμμένα
ὑπὸ τῶν παρʼ ἡμῶν ὡς καθήκει, ἐφʼ ὧι ταξαμένη ἕξει ἐν φυτείαι τὸν τόπον φοίνιξι οὐδένα λόγον
συνισταμένη πρὸς ἡμᾶς περὶ οὐδενὸς ἁπλῶς. προσκόμισαι δὲ καὶ τά καθήκοντα τέλη διπλᾶ
καὶ εἴ τι ἄλλο καθήκει.
ἔρρωσο. ἔτους ϛ Χοίαχ ϛ.
δέξαι τὰς τοῦ χαλκοῦ πρὸς ἀργύριον χιλίας διακοσίας, γίνονται Ασ, καὶ εἴ τι ἄλλο καθήκει. ἔτους ϛ Χοίαχ ϛ.
Φῖβις, ἐὰν ὁ τοπογραμματεὺς ὑπογράφῃ ταῦθʼ οὕτως ἔχειν καὶ μηθὲν ἠγνοῆσθαι καὶ ἐντάξῃ τά τε μέτρα καὶ
τὰς γειτνίας, δέξαι τὰς τοῦ χαλκοῦ πρὸς ἀργύριον χιλίας διακοσίας, γίνονται Ασ, καὶ τὰ ἄλλα τὰ προσδιαγραφόμενα. ἔτους ϛ Χοίαχ ϛ.
[column iii]
Παμώνθης, δέξαι παρὰ τῆς Σενποήριος τιμὴν τῶν
δηλουμένων τὰς τοῦ χαλκοῦ πρὸς ἀργύριον δραχμὰς χιλίας διακοσίας,
γίνεται χαλκοῦ Ασ, καὶ τὰ ἄλλα τὰ καθήκοντα· εἶναι δὲ τὰς γειτνίας
ἐξ ὧν ἀνενεγκεῖν Τοτοῆν τὸν κωμογραμματέα νότου οἰκίαι
αὐτῆς Σενποήριος βορρᾶ περίστασις τοῦ φρουρίου ἀπηλιωτοῦ οἰκίαι
Ἁ[…]…τος λιβὸς ῥύμη.
ἔτους ϛ Χοίαχ ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.