no image
DDbDP-text
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν Μαρεπάθις Σισούχου καὶ Πατκῶς Ὀννώφριος καὶ Τεσενοῦφις Μάρρεως καὶ Φατρῆς Θοτοῆτος καὶ μικρὸς Ἁρπαγάθου βασιλικοὶ γεωργοὶ οἱ ε ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὑμῖν ἐντετευχότες ὑπὲρ τῶν παραλογειῶν Τεσενούφιος τοῦ τῆς αὐτῆς κώμης κωμάρχου ἑτοίμως ἔχομεν παραδείκνυσθαι αὐτὸν παραλο γισάμενον σῖτόν τε καὶ χαλκόν, ἐμφανίσαι δὲ καὶ Ζωπύρωι τῶι ἐπιμελητῆι καὶ Πετεαρψενήσει τῶι βασιλικῶι γραμματεῖ καὶ κεχειρογρα φηκότες τὸν βασιλικὸν ὅρκον ημενος γρ μηθὲν γεγονέναιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.