no image
DDbDP-text
Decisions of Praefects via HGV-meta
Linked by Trismegistos ID
TM 21671.
Each record below describes this same artifact or text from a different angle.
δεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ λ. ἀναγνωσθέντος περὶ δαπάνης εἰς τὸ ἐκ καινῆς κατασκευαζόμενον βαλανεῖον καὶ τὴν πλατεῖαν τάλαντα δέκα ἕξ, καὶ προσειπόντος Ἡρακλείδου στρατηγοῦ καὶ ἄλλα μεταξὺμετοξὺ δεδαπανῆσθαι, Οὐίβιος Μάξιμος· προσεκρίθη τῆι πόλει παρὰ Θέωνος πεντήκοντα τάλαντα καὶ ἐκ τῶν τῆς γυμνασιαρχίδος ἄλλα δοκῶ μοι εἴκοσι. ἐκ τῶν προσ κριθέντων τῆι πόλει ἀποκατασταθήτω. Ἡρακλείδης· τίνος καὶ τίνος ὑπαρχόντων; Οὐίβιος Μάξιμος· ἔχεις ἐν τοῖς ὑπομνημα τισμοῖς μου. ἀντίγραφον ἐπιστολῆς. Σουλπίκιος Σίμιλις Ἡρακλείδηι στρατηγῷ Ἑρμουπολίτου χαίρειν. Ἡρώδης Διονυσίου ἐνέτυχέ μοι λέγων τοὺς σὺν αὐτῶι κατασταθέντας ἐπιμελητὰς βαλανείου ἀθέτους εἶναι καὶ μὴ ἀναλογοῦντας τὴν ἐπιμέλειαν. εἰ οὖν ἄθετοί εἰσιν πέμψεις μοι ἑτέρων ἐπιτηρητῶν ὀνόματα, περὶ δὲ τῶν τῆς πόλεως λημάτωνλημματων ἐξετά σας δηλώσεις μοι. ἐρρῶσθαι εὔχομαι. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ ΓερμανικοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.