Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.amh.2.68 89 - 92Hermopolis

Official Correspondence via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 21673. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] Διονᾶς κωμογραμματεὺς Ταπτήρεως[…]Λευκοπυργείτου κάτω. τοῦ ἐπεσταλμένου μοι χρηματισμοῦ περὶ παραδείξεως τὸ ἀντίγραφον ὑπόκειται. Ἑρμίας τοπογραμματεὺς[…]Λευκοπυργίτου Διονᾶτι κωμογραμματεῖ Ταπτήρεως χαίρειν. τοῦ ἐπεσταλμένου μοι χρηματισμοῦ τὸ ἀντίγραφον ὑποτέτακται. ἐπελθόντες οὖν ἐπὶ τὰς δηλουμένας ἀρούρας ι καὶ ἐπισκεψάμενοι, εἴ εἰσιν ἀπὸ τοῦ καθήκοντος ὑπολόγου καὶ συνκεχωρημένου εἰς πρᾶσιν ἐξ οὗ οὐδὲν τῶι καθόλου εἰς ἀπαίτησιν ἦκται τῶι ἐνεστῶτι γ ἔτει καὶ αὐτοῦ τοῦ τρίτου ἔτους ἐκ τοῦ[…]κλήρου ἀρούρας ἓξ καὶ ἐκ τοῦ Ἀλεξάνδρου περὶ τὴν αὐτὴν ἀρούρας τέσσαρας γίνονται ἄρουραι ι, ἐπιθεὶς τὰ μέτρα καὶ γειτνίας καὶ σχοινισμοὺς, στοχασάμενοι τοῦ μηδὲν ἀγνοηθῆναι ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου. ἔτους ϛ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ ιε. Πολέμων βασιλικὸς γραμματεὺς Ἑρμοπολίτου Ἑρμίαι τοπογραμματεῖ Λευκοπυργείτου κάτω […] Ταπτήρεως καὶ ἄλλων κωμῶν χαίρειν. τοῦ ἐπεσταλμένου μοι χρηματισμοῦ τὸ ἀντίγραφον ὑποτέτακται. ἐπελθόντες ἐπὶ τὰς δηλουμένας διʼ αὐτοῦ ἀρούρας ι καὶ ἐπισκεψάμενοι, εἴ εἰσιν ἀπὸ τοῦκαθήκοντος καὶ συνκεχωρημένου εἰς πρᾶσιν ὑπολόγου τοῦ ἔπειτα συνχερσεύοντος, ἐξ οὗ οὐδὲν ἁπλῶς εἰς τὸ δημόσιον περιγείνεται, καὶ ἀπὸ ποίου ἔτους χερσεύουσιν […]… ἐωνημένου οὐδὲ ὁ ὠνούμενος ὑπόβλητος τῶν κεκωλυμένων ὠνεῖσθαι οὐδʼ εἰσὶν ἀπὸ καθαρᾶς γῆς σπορίμης οὐδὲ τῶν ὑπερτεθέντων εἰς […]νι…[…] […]ἢπροσγενημάτων ἢ ἐπʼ ὀφρύων ποταμοῦ ἢ λελειμμένη διωρύγων, ἐπιθέντες τὰ μέτρα καὶ τὰς γειτνίας καὶ σχοινισμοὺς[…]…εξ[…]…πικ…[…] προσεφωνήσατεστοχασάμενοι τοῦ μηδὲν ἀγνοηθῆναι μηδὲ πρὸς χάριν οἰκονομηθῆναι ὡς πρὸς ὑμᾶς τοῦ λόγου τούτων ἀγνοηθησομένων […]ου ἐσομένου. ἔτους ἕκτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ ιδ. Πολέμων βασιλικὸς γραμματεὺς σεσημείωμαι […]… ἔτους ϛ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ ιδ. Ἀλέξανδρος γραμματεὺς Ἑρμοπολίτου Πολέμωνι βασιλικῷγραμματεῖ τοῦ αὐτοῦ νομοῦ χαίρειν. τοῦ ἐπισταλέντος ἡμῖν ἀναφορίου ὑπὸ τοῦ τοῦ νομοῦ στρατηγοῦ τὸ ἀντίγραφον ὑποτέτακται ἀνεν[…] […]ἔτους ϛ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι κϛ. Ἀλέξανδρος σεσημείωμαι. Τιβέριος Κλαύδιος στρατηγὸς Ἑρμοπολίτου Ἀλεξάνδρῳ καὶ τοῖς γραμματεῦσι τοῦ νομοῦ χαίρειν. τοῦ ἐπιδοθέντος μοι ἀναφορίου ὑπὸ Διοσκόρου τοῦ[…]ου βουλομένου ὠνήσασθαι ἀπὸ χέρσου σιτοφόρου εἰς σιτοφόρον περὶ κώμην Ταπτῆριν τοῦ Λευκοπυργίτου κάτω ἐκ τοῦ …υ κλήρου ἄρουραι ἓξ καὶ ἐκ τοῦ Ἀλεξάνδρου περὶ τὴν αὐτὴν ἄρουραι τέσσαρες γίνονται ἄρουραι ι, τὸ ἀντίγραφον ὑμῖν ὑποτέτακται. ὅπως οὖν τὸ ἀκόλουθον τούτῳ γίνηται ὡς καθήκει. ἔτους ἕκτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι[…] Τιβέριος Κλαύδιος στρατηγὸς σεσημείωμαι. Τιβερίῳ Κλαυδίῳ στρατηγῷ Ἑρμοπολίτου τοῦ ὑπὲρ Μέμφιν παρὰ Διοσκόρου τοῦ[…]… τῶν ἀπὸ Ἑρμοῦ πόλεως τοῦ αὐτοῦ νομοῦ Ἑρμοπολίτου τοῦ ὑπὲρμέμφιν. βούλομαι ὠνήσασθαι ἐκ τοῦ δημοσίου […]ἀνειλημμένων καὶ ἀφόρων … …των γεγονότων[…] ολ[…]τοῦ τρίτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος[…]ἐκ τοῦ[…] κλήρου περὶ Ταπτῆριν τοῦ Λευκοπυργίτου κάτω ἀπὸ χέρσου σιτοφόρου εἰς σιτοφόρον ἀρούρας ἓξ καὶ ἐκ τοῦ Ἀλεξάνδρου κλήρου ὁμοίως περὶ τὴν αὐτὴν ἀρούρας τέσσαρας γίνονται ἄρουραι ι, ἐφʼ ὧι παραδειχθεὶς ταύτας διαγράψω ἐπὶ τὴν ἐπὶ τῶν τόπων δημοσίαν τράπεζαν τὴν κελευσθεῖσαν τιμὴν ὑπὸ Λουκίου Ἰουλίου Οὐηστείνου τοῦ ἡγεμόνος ἑκάστης ἀρούρης ἀργυρίου δραχμὰς εἴκοσι , ἕξω δὲ εἰς τὴν τούτων ἀναγωγὴν καὶ κατεργασίαν ἀτέλειαν ἔτη τρία ἀπὸ τοῦ εἰσιόντος ζ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μεθʼ ἃ τελέσω τῆς ἐν σπόρῳ φανησομένης ἑκάστης ἀρούρης πυροῦ ἀρτάβην μίαν καὶ τὸ ναύβιον πρὸς ἕτερον δὲ οὐδὲν ἁπλῶς παρενοχληθήσομαι, μενεῖ δʼ ἐμοὶ καὶ ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ μεταπαραλημψομένοις ἡ τούτων κράτησις κυρία ἀναφαίρετος ἐπὶ τὸν ἀεὶ χρόνον, ἐὰν οὖν φαίνηται ἐπιστεῖλαι οἷς καθήκει ἕκαστα ἐπιτέλλειν ὃν τρόπον ἁρμόζει. διευτύχει. ἐπισκοποῦντες ἐξ ὧν ἀνήνεγκε Διονᾶς κωμογραμματεὺς Ταπτήρεως εὑρίσκομεν ἀπὸ τοῦ καθήκοντος ὑπολόγου καὶ συνκεχωρημένου εἰς πρᾶσιν ἐξ οὗ οὐδὲν τὸ καθόλον εἰς ἀπαίτησιν ἦκται τῶι ἐνεστῶτιϛ ἔτει καὶ αὐτοῦ τοῦ ϛ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος κεχερσευκότων ἐκ τοῦ Ἐπ…υ ἄρουραι ἕξ , ἀρχόμεναι νότου γύου μετὰ σχοινία δέκα λιβὸς ὅριον νότου σχοινίον α 𐅵 δ η, βορρᾶ τὸ ἴσον, ἀπηλιώτου ἓν ἥμισυ , λιβὸς τὸ ἴσον γίνονται ἄρουραι β 𐅵 δ ιϛ, βορρᾶ καὶ λιβὸς ὅριον ἐχόμεναι μετὰ σχοινία ἀπὸ νότου γύου τέταρτον βορρᾶ ἓν , λιβὸς καὶ ἀπηλιώτου ἓν γίνεται 𐅵 η, ἐχόμεναι λιβὸς ὅριον νότου ἕν , βορρᾶ 𐅵 δ , ἀπηλιώτου γ, λιβὸς ιγ γίνονται ἄρουραι β 𐅵 η γίνονται ἄρουραι ϛ ιϛ, ὧν ὑπολόγου ιϛ, καταλείπονται ἄρουραι ϛ, ὧν γείτονες λιβὸς ὅριον τὸ αὐτό, ἀπηλιώτου Γαίου Νωρβανοῦ, νότου τῶν ἀνα…ετ οὐσι… ἀπὸ τοῦ κλήρου …[…] καὶ ἄλλων ἐπί τι μέρος βορρᾶ βουνὸς[…] σφραγ ἄλλος βουνὸς καὶ τῶν λοιπῶν σφραγίδων τὸ λοιπὸν ἐκ τοῦ Ἀλεξάνδρου περὶ τὴν αὐτὴν ἄρουραι τέσσαρες , ὧν σχοινία νότου γύου μετὰ σχοινία ιβ, ἀπηλιώτου ὅριον, νότου ἕν , βορρᾶ 𐅵 ἀπηλιώτου γ, λιβὸς γ γίνονται ἄρουραι β δ, κ[…]… σχοινία νότου δ ιϛ, βορρᾶ δ ιϛ, ἀπηλιώτου α, λιβὸς α γίνεται ἀρούρης δ ιϛ καὶ πρὸς τῶι λιβικῶι ὁρίωι ἀρχόμεναι νότου γύου μετὰ σχοινία ιβ 𐅵 ?, νότου δ η ξδ, βορρᾶ δ η ξδ, ἀπηλιώτου γ, λιβὸς γ γίνεται ἄρουρα α η λβ ξδ, καὶ ἀπηλιώτου ἐχομένη ξδ γίνεται α η ιϛ καὶ πρὸς τῶι ἀπηλιωτικῷ ὁρίῳ σφραγ μετὰ ὑπολόγου ἐφʼ ὅσον παρατείνει νότου καὶ βορρᾶ, ὧν σχοινία ιϛ λβ ὁμοίως γ ὁμοίως γίνεται δ λβ, ὧν ὑπολόγου λβ, καταλείπεται δ γίνονται ἄρουραι δ, ὧν γείτονες τῶν πρὸς τῶι ἀπηλιωτικῶι ὁρίῳ …[…]… νότου Εὐδαιμονίδος Ἀριστοδ[…]των, βορρα ὑπόλογος, ἀπηλιώτου ὑπόλογος καὶ τοῦ πρὸς τῶι λιβὶ α σφραγ, λιβὸς ὅριον τοῦ κλήρου, νότου Ἀπολλωνίου Διονυσίου, βορρᾶ πολ[…]βο. τούτων δʼ ὄντων ἀναφέρομεν, ὑπὲρ ὧν καὶ ὀμνύομεν Νέρωνα Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα εἶ μὴν ἐξ ὑγιειοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν παράδειξιν καὶ μὴ εἶναι ἐπὶ γε…ων ἢ προσγενημάτων ἢ ἐπʼ ὀφρύων ποταμοῦ, ἀλλὰ εἶναι ἀπὸ τοῦ καθήκοντος ὑπολόγου καὶ συνκεχωρημένου εἰς πρᾶσιν οὐδὲ ὁ ὠνούμενος ὑποπίπτει τῶι κυρίῳ συνκρίματι περὶ ἐωνημένης. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντία ἔτους ϛ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Μεσορὴ δ. [v,1] [… 15 lines lost …] [v,2] ἐδαφῶν ἔμπροσθεν ἐωνημένων καὶ παραδειχθέντων ἀπὸ ὑπολόγων, ὧν ἡ διάθεσις διὰ τῶν λόγων οὐκ ἀναγρ[…]… δια…ρουργων ἤχθη, καὶ Οὖρσος, παραγγελλομένου ἐν τοῖς ἐδάφεσι εἶναι ἀρούρας τινὰς τῶι μὲν τῆς ἀτελείας τριετεῖ χρόνῳ ὑπὸ ἀμφοτέρων τῶν πρὸς χρείαις διὰ τῶν λόγων ἀνασταθείσας, ὕστερον δὲ ὑπὸ μόνου κωμογραμματέως σημανθείσας ὑπʼ αὐτοῦ μὴ παραδεδεῖχθαι ἔκρινε τὸν στρατηγὸν καὶ βασιλικὸν ἐξετάσαι, εἰ ἀπὸ τοῦ καθήκοντος ὑπολόγου ἡ παράδειξις ἐγένετο, καὶ τὸ ὁμόλογον ἀναφέρειν, ὁμοίως δὲ καὶ περὶ τοῦ βασιλικοῦ μετὰ τοῦ κωμογραμματέως ἐξετάσαι, καὶ ἐκ τούτων ἐξετάσεως γενομένης ἐδηλώθη διὰ τὸ τὰ ἐδάφη πρὸ πλείστου χρόνου ἐωνῆσθαι καὶ κατὰ μηδὲν διαφέρειν τῆς ἄλλης ὁμορούσης γῆς μὴ δεδυνῆσθαι ἐκ τῆς νυνὶ κατʼ ἀγρὸν θεωρίας τὸ ἀληθὲς γνωσθῆναι τῶι καὶ τὴν εὐθυμετρίαν κατὰ τὸ τὰ ἐδάφη ἐωνῆσθαι συνεστάσθαι, καὶ τὸν μὴ μεταβαλόμενον κωμογραμματέα τετελευτηκέναι, τοὺς δὲ ἐμφερομένους τὰς παραδείξεις μὴ ἐνενηνοχέναι παραγγελίαν λαβόντας πρὸς τὸ γνωσθῆναι, εἰ παρεδείχθησαν, καὶ Οὐέγετος ἔκρινε τὸν νῦν στρατηγὸν ἐξετάσαι ὡς Οὖρσος. οὗτος δὲ καὶ ἑξῆς βασιλικὸς ἐδήλωσαν μηδὲ νῦν τὰς παραδείξεις ἐνενηνέχθαι, καὶ Μέττιος Ῥοῦφος ἔκρινε· ἐὰν μὴ ἐν διμήνῳ τὰς παραδείξεις ἐνενέγκωσι, ἀπαιτείσθωσαν τὰ […]…[…]…[…]ενεγκα[…]. [v,3] [… ? lines lost …]

Connections

Found at Hermopolis

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.