Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.amh.2.95
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παχὼν ε ὁμολογεῖ Ἑρμαῖος Μουσαίου τοῦ Ἀπολλωνίου μητρὸς Ἀμμωνοῦτος Ἀπολλωνίου ἙρμοπολίτηςἙρμοπολείτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου ὡς ἐτῶν τιβοῦτι Ἑρμαίου τοῦ Μουσαίου μητρὸς ἀναγραφομένηι ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ὡς ἐτῶν ιε μέσῃ μελίχρωτι μακροπροσώπῳ εὐθύρινι οὐλὴ κροτάφῳ ἀριστερῷ μετὰ κυ ρίου τοῦ ἀνδρὸς Πετῆτος Πετοσίριος πεπρακέναι αὐτῆι ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῶι ἐν τῶι Περὶ πόλιν ἄνωἄνωι περὶ Πεμκύριν ἐκ τοῦ Ξένωνος κλήρου κατοικικῶν ἀρουρῶν δέκα τριῶν κατοικικὰς ἀρούρας δέκα καὶ παραδώσειν γῆς πλήρεις τῶι τῆς κατοικίας δικαίωι σχοινίωι καθαρὰς ἀπὸ βασιλικῆς καὶ παντὸς εἴδους ὧν γείτονες τιμῆς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς δισχιλίαςδισχειλίας πεντηκοσίας ἀπεσχηκέναι καὶ ἀνθʼ ἥς ὀφείλει αὐτῆι προικός, καὶ εἶναι τὴν τούτων κυρείαν καὶ κράτησιν πρὸς ἡντινοῦν καρπιζομένους δὲ καὶ διαμισθοῦντας καὶ ἀποφερομένους τὰ ἐξ αὐτῶν κατʼ ἔτος γενήματα καὶ περιεσόμενα ἅπαντα εἰς ἴδιον τῶν τε ἔμπροσθεν χρόνων καὶ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους ὄντες το τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι, καὶ μὴ ἐπελεύσασθαί με μηδʼ ἄλλους ὑπὲρ ἐμοῦ ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ μηδενὸς τρόπῳ μηδενί, ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιώσω, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτί σω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ τοῖς παρʼ αὐτῆς τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴνκαὶ τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην, καὶ μηδὲν ἧσσον ἡ ὁμολογία κυρία. Ἑρμαῖος Μουσαίου παραδώσω τὰς ἀρούρας πλήρεις τῶι τῆς κατοικίας δικαίωι σχοινίῳ καὶ καθαρὰς ἀπὸ βασιλικῆς καὶ παντὸς εἴδους εχωρισσιμου γυωνφροτατ ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παχὼν ε. διαγραφὴ διὰ τῆς Ἑρμοφάντου καὶ Εὐτυχίδου τραπέζης Τιβοῦς Ἑρμαίου μετὰ κυρίου τοῦ ἀνδρὸς Πετῆτος Πετοσίριος Ἑρμαίωι Μουσαίου τιμὴν κατοικικῶν αὐτοῦ ἀρουρῶν δέκα ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῶι ἀρουρῶν δέκα τριῶν τόπου ἐν τῶι Περὶ πόλιν ἄνωἄνωι περὶ Πεμκύριν ἐκ τοῦ Ξένωνος κλήρου ἀκολούθως τῆι ἀναφερομένῃ διὰ τοῦ ἐν Ἑρμουπόλει γραφείου ὁμολογίᾳ πράσεως ἀργυρίου δραχμὰς δισχιλίαςδισχείας πεντακοσίας, γίνονται ἀργυρίου δραχμαὶ Βφ.Cross-references (3)
- TM-Text 21686 primary
- DDbDP-Text p.amh;2;95 tier-1
- HGV-Text 21686 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.