no image
DDbDP-text
Draft of a petition to the katholikos [between 348 Dec. 9 and 348 Dec. 13] via APIS-papyrus
Linked by Trismegistos ID
TM 23638.
Each record below describes this same artifact or text from a different angle.
.αιν vestiges ἐπειδὴ δὲ καὶ παρῆλθεν τότε τὸ ἡμέτερον ἡμῖν εὖ καὶ ἀναγκαίως τῶι γραμματείωι προσθεῖναι αὐτὸ δὴ τοῦτο τὸ εἰ μὴ τελευτησαἐπ’ ἔργῳ τελευτήσας μηδὲ ἄλλο τι περὶ τῶν ἀνδραπόδων ὥρισεν ὁ τούτων δεσπότης, τὰ φρου ρούμε να καὶ ὑπὸ τού του κα τακε κλεισμέ να ἡνίκα τελευτᾶν ἔμελλεν, νυνὶ δὲ κατ’ ἐμαυτὸν σκεψάμενος τοῦτο ἐντεθύμημαι καὶ τὸ γενόμενον σφάλμα κατείληφα, ἐγὼ γὰρ ὥσπερ ἐκπεπληγμένος ἐπὶ τῶι παρα δόξωι τοῦ πράγματος καὶ σχεδὸν μηδὲ ἐμαυτῶι εἶναι δοκῶν τὰ ἀνδράποδα παρ εδίδουν ὁρῶν τοὺς βουλομένους οὕτως ἄγοντας καὶ φέροντας τὰ ἡμέτερα ὡς ἐπ’ ἀν δρῶν δήμευσιν ἤ τι τοιοῦτον ἕτερον πεπονθότων, διὰ τοῦτο νῦν ἀσφαλίζομαι ἀξιῶν καὶ δεόμενος τῆς σῆς, ὦ δέσποτα, πρὸς τοὺς νόμους ἀκριβείας, εἴπερ ἀνάγκη με τὴν ἐπὶ τοῖς ἀνδραπόδοις ἀπάτην φέρειν, κἂν διόρθωσιν τοῦ γενομένου σφάλματος ἐπὶ ὑπομνημάτων γενέσθαι καὶ προστεθῆναι τοῦτο· εἰ γνωσθήσονται μετὰ ταῦτα διαθῆκαι ὑπ’ ἐκείνου γεγενημέναι, ἐπάναγκες καὶ τοῦτον πεισθήσεσθαι τοῖς διὰιια τῶν δια θηκῶν δειχθησομένοις, καὶ μηδὲν εἶναι πρόκριμα, εἰ τοῦτο φαίνεται παραλελειμ μένονπαραλελιμμένον ἐν τῆι δοκούσηι μὴ κατὰ τρόπον γεγενῆσθαι ὁμολογίᾳ καὶ ἐγγυητὴν δεῖ αὐτὸν παρασχέσθαι ἄνδρα ἐν τῆιδε τῆι πόλει ἢ περὶ Θηβαίδα ἔχοντα τὸ ἐφέστιον, ἵν’ἵν, ἤν τι μετὰ ταῦτα καινότερον περὶ τῶν ἀνδραπόδων τούτων δειχθῆι ὡς ἀπὸ γνώμης τοῦ ἐπ’ αὐτῶν δεσπότου, ἐκεῖνος ἐγγυητὴς γένηται ὑπεύθυνος τοῦ δειχθησομένου τε καὶ ἐσομένου τούτου μὴ παρόντος, ἀλλ’ ἐν ἄλλαις χώραις διατρίβοντος. καὶ ἐπειδὴ τὰ ἀνδράποδα ταῦτα ἐφρουρήθη παρὰ τῆι τάξει τῆς καθολικότητος μέχρι τῆς ἐμῆς παρουσίας Εὐγενείου τε καὶ συλλαβόντος καὶ ὑπὸ φρουρὰν εἶναι ἀξιώσαντος καὶ πρὸς ἐμὲ οὐδὲν ἀντιλέγειν ἔτι ἔχει Εὐγένειος, ἀξιῶ, δέσποτα, ταῦτά μοι παραδοθῆναι καὶ ἀπὸ τῆς φρουρᾶς ταύτης ἀπολυθῆναι, ἐμὲ γὰρ νῦν καλοῦσιν οἱ νόμοι ἐπὶ τὴν τούτων δεσποτείαν, ἀδελφὸν ὄντα ἐκείνου τοῦ Ἁρποκρατίωνος ὁμοπάτριόν τε καὶ ὁμομήτριον καὶ ὡς ἔχει τὰ ἐνγεγραμμένα τῆι δοθείσηι Εὐγενείωι θείαι ἀντιγραφῆι τὴν τῶν νόμων ἀκολουθίαν τε καὶ χάριν τηροῦντα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.