Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.ant.3.188

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑμετέραν γνησίαν ἐνδοξότητα τυοπκρ Θεοδόσιος ὁ ἐνδοξότατος ἐκ τῆς Εὐδαίμονος ἐν αἷς ηὗρεν καὶ ἐπιστολὴν πρὸς τοὺς ἐνδοξοτάτους ὑμᾶς Δροσερίου τοῦ εὐκλεεστάτου ἀπὸ ὑπάτων καὶ κουράτορος τοῦ θείου οἴκου τῶν Πλακιδίας, ἥντινα ἐπιστολήν, ἣν ἔβαλον ἔνδον γραμμάτων τῆς ὑμῶν ἐνδοξότητος, δέδωκέν μοι ὀφείλουσαν διʼ ἐμοῦ σταλῆναι τῇ ὑμετέρᾳ γνησιότητι. περὶ δὲ τῆς συνθέσεως κατὰ τὰ γραφέντα ὑμῖν παρʼ ἐμοῦ διὰ τοῦ εἰρημένου Ἀβρααμίου ἐὰν ἀρεστὸν ὑμῖν ἐστιν, φροντίσατεφροντίσαται τοῦ συντόμως τὸν ὑμέτερον σκοπὸν γραφῆναι ἐνταῦθα πρὸ τοῦ ὡς εἰκὸςεἰκὼς πεμφθῆναι τὸ χρυσίον παρὰ τοῦ καλοῦ ἀνθρώπου ἐκείνου. οὐκ οἶδα πόθεν αὐτὸν ἐγνώριστεἐγνώρισται. ἐὰν γὰρ ὁ λόγος ἀρέσει ὑμῖν καὶ θέλετεθέλεται ὑμεῖς λαβεῖν τὴν τοιαύτην σύνθεσιν, καὶ ἐὰνκἂν πέμψῃ τὸ χρυσίον, ἐλπίζω ὅτι ἡ κέλευσιςκέλευσεις ὑμῶν γείνεται. ἐγὼ μέντοι, δέσποτα, ἐν τῷ τέως ἐνταῦθα ἐπέχομαι πῆ μὲν διὰ τὰ ἔργα εβαλόμηνεβαλμην εἰς διαφορὰς κημεσιν καὶ εἰς τελείαντελίαν ἐρήμωσιν ἐλάσαντα, πῆ δὲ καὶ διὰ τὸ ἀναμένειν με ἕως τῆς ὥρας ἀπὸ τῆς Εὐδαίμονος τοὺς ἐμούς. ἐπὰν γὰρ ἐνταῦθα ἐπεσχέθην, εὔβουλον ἦν γράψαι αὐτοῖς ἐλθεῖν ἵνα μή ἐσμεν ἀπὸ ἀλλήλων. ἀλλὰ παρακαλῶ τοὺς ἐνδοξοτάτους ὑμᾶς συνήθως τὸ γνήσιον ἐνδείξεσθαι, τὸ δὲ ἀληθέστερον εἰπεῖν καὶ διὰ τὴν ὑμετέραν ψυχήν, καὶ ἀντιλαβέσθαι τῶν πραγμάτων τῆς κτήσεως τοῦ κατʼ ἐμὲ εὐαγοῦς ξενῶνος ἤγουν Γρηγορίου τοῦ θεοφιλεστάτου, καὶ μάλιστα σήμερον ἐν καιρῷ τοιούτῳ καὶ ἐναλλαγῆς γεναμένης πραγμάτων καὶ εὐμενείᾳεὐμενίᾳ Θεοῦ δυναμένων ὑμῶν πρὸς ἕκαστον τῶν κρατούντων τὰ πράγματα τῆς ἐπαρχίας ὑμῶν. ὁ Κύριος τῆς δόξης χαρίσεταί μοι τὴν ὑμετέραν γνησίαν ἐνδοξότητα εὐδαιμονοῦσαν διὰ παντός. δεσπότῃ ἡμῶν vestiges διάφορος ἐπιστολὴ τοῦ αὐγουσταλίουἀγουσταλίου καὶ ἄλλη ἐπιστολὴ διαφόρου προσώπου Δρακόντος σὺν Θεῷ χαρτουλαρίου ἐνεχθεῖσαι διὰ τοῦ μαγιστριανοῦ χάριν τοῦ τρίτου μέρους τοῦ δημοσίου τῆς ἀποκρίσεωςἀποκρισις Ἐπεὶφ ϛ ἰνδικτίονος ιε

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.