Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.apoll.32

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐπιστολὴν ἐδεξάμην μετὰ τοῦ ἐλθεῖν με εἰς τὴν Ἀντινόου τῇ πέμπτῃ τοῦ μηνὸς περιέχουσαν ὡς κυπαρίσσινον καὶ ἐθαύμασα ὅτι ἦλθεν ἐγγόμου εἰς ουσσαν· μετὰ τοῦ ἐμὲ πέμψαι τὸ κυπαρίσσινον οὐδὲ πάλιν ἔγραψεν ἄρτι τὸ τί πάλιν θέλει ἀλλὰ ἐκεῖνος θέλων ἀναμεῖναι εἰς τὸν οἶκον αὑτοῦ μετὰ τῶν ἀδελφῶν αὑτοῦ ων καὶ θέλοντες λογίσασθαί μοι τὰς ἡμέρας εἰς τὸ πάκτον, ἐνθυμοῦντες ὅτι· ὡς ἔτι γράφωμεν κάτω πρὸς αὐτὸν παρέρχονται εἴκοσι ἡμέραι, καὶ ὡς ἔτι ἀνέρχονται παρέρχεται ἄλλος εἶς μήν. λοιπὸν εἰς τὸ γράψαι καὶ ἀντιγράψαι παρέρχονται δύο μῆνες, καὶ ἄλλους δύο μῆνας θέλουσιν εἰς τὴν φιλοκαλίαν, ἵνα λογισθῶσιν τέσσαρες μῆνες, ὅπερ καὶ οὐ γίνεται Θεοῦ κελεύοντος· καὶ διὰ τοῦτο εἶπον αὐτῷ, ὅτε εἶπέν μοι ὅτι θέλει φιλοκαλέσαι τὸ πλοῖον, ἵνα ἐάσῃ αὐτὸ ἐγγόμου εἰς τὸν οἶκόν μου, καὶ εἰς ουσσαν τὴν χρείαν αὑτοῦ εὕρῃ εὐθέως, καὶ μὴ βραδύνῃ εἰς τὸν οἶκον αὑτοῦ· ἀλλʼ οὐκ ἠνέσχετο ἀκοῦσαί μοι προσδοκῶν μεῖναι εἰς τὸν οἶκον αὑτοῦ καὶ λογίσασθαί μοι τὰς ἡμέρας· ἵνʼ οὖν μὴ πολλὰ γράψω, τοῦ λοιποῦ οὐ πέμπω αὐτῷ κυπαρίσσινον, οὐδὲ φθάζω πέμψαι· ἀλλʼ εἰ μὲν εὑρίσκει ἀγοράσαι τὰ ἄλλα σανίδια ἅπερ θέλει, ἀγοράσῃ ὁπουδὰν εὕρῃ ἐνταῦθα ἐκ τοῦ ἐγγόμου· εἰ δὲ μὴ βάλῃ εἰς αὐτὸ τὰ ἄλλα σανίδια ἀπὸ ἀκανθῶν, καὶ ποιήσῃ αὐτὸν ἡ περίβλεπτος ὑμῶν ἀδελφότης καταπέμψαι μοι τὸ αὐτὸ πλοῖον εὐθέως πεφιλοκαλεμένον. ἔγραψα δὲ αὐτῇ προχθὲς διὰ τοῦ υἱοῦ Ἐνῶχ τοῦ στρατιώτου, καὶ ἐὰν ἐδέξατο τῷ περιβλέπτῳ μου ἀδελφῷ Παπᾷ τῷ παγάρχῳ Ἀπόλλωνος Ἄνω Ἠλίας νοτάριος

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.