no image
DDbDP-text
De Kollouthos: à propos des tapis de prière via HGV-meta
Linked by Trismegistos ID
TM 20255.
Each record below describes this same artifact or text from a different angle.
ἀπέκαμον γράφων παρενοχλῶν τοῖς θεοφυλάκτοις καὶ μεγαλοπρεπεστάτοις ὑμῖν περὶ τῶν γοναχίων, καὶ οὐδὲν ἤνυσα εἰ μὴ τὰ χαρτία ἅπερ δαπανῶ. καὶ αἰσχύνομαι καθάπαξ γράφων ὑμῖν περὶ τούτου, διότι, ὡς βλέπω, τὸ πρᾶγμα οὐκ ἀρέσκει ὑμῖν. καὶ πρὸ τοῦ ἐμὲ γὰρ κατελθεῖν ἐκ τῶν ἄνω, ἐδεξάμην μίαν ἐπιστολὴν ὑμῶν περιέχουσαν ὡς εἰς τὰ ἱστάριά ἐστινεἰσιν. παρακαλῶ οὖν ὑμᾶς, εἴπερ ἰσχύει ἡ παράκλησίς μου, πεμφθῆναί μοι αὐτὰ διὰ Σεργίου τοῦ στρατιώτου. ἀσπάζομαι δὲ ὑμᾶς διὰ τοῦ γράμματος τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ πατρὶ Παπᾷ τῷ μεγίστῳ παγάρχῳ Ἀπόλλωνος Ἄνω Κολλοῦθος νοτάριοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.