Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.athen.23

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Δύστρου ἑβδόμῃ Τῦβι ζ, ἐν Θεαδελφίαι τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσιν Δῖος ὡς ἐτῶν εἴκοσι ἑπτὰ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς καὶ Ὦσις ὡς ἐτῶν εἴκοσι τεσσάρων οὐλὴ ποδὶ ἀριστερῶι καὶ Ἡρακλῆς ὡς ἐτῶν εἴκοσι οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, οἱ τρεῖς Ἡρακλέους νεωτέρουνεοτέρου Πέρσαι τῆς ἐπιγονῆς, ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, Θέωνι τῶι καὶ Σωκράτῃ Ἥρωνος ὡς ἐτῶν τριάκοντα ἑνὸς ἀσήμωι, ἔχεινἔχιν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τιμὴν οἴνου νέου ληναίου ἀπὸ γενήματος οὗ καρπωνοῦσι περὶ τὴν προκειμένην κώμην Θεαδέλφιαν τοῦ λεγομένου Διονυσίου ἀμπελῶνος κεραμίων ἀρσινοϊτικῶν ἑξήκοντα ἕξ , ἐν χύματι τοῦ αὐτοῦ ἀμπελῶνος, ὧν καὶ τὴν ἀπόδοσιν ποιησάσθωσαν οἱ ὁμολογοῦντες τῷ Θέωνι ἐν μηνὶ Καισαρείωι τοῦ ἐνεστῶτος πρώτου ἔτους ἐπὶ ληνῶι ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίαςεὑρησιλογίας, τοῦ Θέωνος χορηγοῦντος κέραμον. ἐὰν δὲ μὴ ἀποδῶσι καθὰ γέγραπται, ἀποτεισάτωσαν παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκων, γεινομένης τῶι Θέωνι τῆς πράξεως ἔκ τε τῶν ὁμολογούντων καὶ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῶν ὁμολογούντων Φρόντων Πάπου ὡς ἐτῶν μ οὐλὴ τραχήλῳ ἐκ δεξιῶν Δῖος καὶ Ὦσις καὶ Ἡρακλῆς οἱὑ τρεῖς Ἡρακλέους Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, ὁμολογοῦ μεν ἔχεινἔχιν παρὰ Θέωνος τοῦ καὶ Σωκράτους Ἥρω νος τιμὴν οἴνου νέου ληναίου

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.