no image
DDbDP-text
Ἡράκλειτος Δωρίωνι
χαίρειν. Πτολεμαῖον τὸν
καὶ Πᾶσιν τὸν
ἐκσπασθέντα ἐκ τοῦ ἱεροῦ ὑπὸ τῶν
περὶ Ἀντίπατρον καὶ Ὀννῶφριν Ἀχογρέους υἱὸν
τὸν κατῃτιαμένον περὶ
τῆς βίας ἀναζητήσας μὴ
παρέργως κατάστησον
ἐφʼ ἡμᾶς ὅπως ἀποσταλῶσιν ἐπὶ Φίλωνα τὸν
ἀρχιφυλακίτην καὶ περὶ
τῶν διασεσαφημένων
γένηται ἡ προσήκουσα
ἐπίσκεψις· περὶ δὲ τοῦ Ἀντιπάτρου τοῦ Περίτου ἑκατονταρούρου
καὶ Σεύθου τοῦ Νικηράτου ἐπεστάλκαμεν
τῶι Φίλωνι ὅπως διασαφήσῃ Πτολεμαίωι
τῶι στρατηγῶι καὶ διʼ
αὐτοῦ ἀναχθῶσιν.
ἔρρωσο ἔτους ιγ Ἁθὺρ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.