no image
DDbDP-text
ἔτους κβ Ἐπεὶφ κη διὰ Ἑρμήνου τροφῖτις ἀργυρίου χρυσῶν κα ἣν ποιεῖται Πνεφερῶς ὃς καὶ Δημήτριος Ἑρμοδώρου τοῦ καὶ Ἀφύγχιος μητρὸς Θαήσιος τῆς καὶ Ἀρσινόης ὡς ἐτῶν κε εὐμεγέθης μελίχρως μακροπρόσωπος σύνοφρυς Ταρμούθει Πετοσίριος μητρὸς Τνεφερσῖτος ὡς ἐτῶν κε εὐμεγέθει μελίχρωτι στρογγυλοπροσώπῳ οὐλὴ ὑπʼ ὀφθαλμὸν καὶ ἄλλη χείλει καὶ ἄλλο δεξιῷ τοῦ αὐτοῦ χείλεος ἔτους κβ Ἐπεὶφ λ Μεσορὴ α διʼ Αὐφμῶτος τροφῖτις ἀργυρίου χρυσῶν κα ἣν ποιεῖται Ἑλληνο Πτολεμαῖος νεώτερος Πτολεμαίου μητρὸς Θεοδώρης τῆς καὶ Νεφερσούχιος ὡς ἐτῶν κε μέσος μελίχρως μακροπρόσωπος σύνοφρυς Θαήσει Γλαυκίου μητρὸς Τβώκιος ὡς ἐτῶν ιη μέσῃ μελίχρωτι μακροπροσώπῳ ἐπικελεύει ὁ πατὴρ Πτολεμαῖος Σεύθου ἑβδομηκοντάρουρος ὡς ἐτῶν ξ εὐμεγέθης μελίχρως μακροπρόσωπος οὐλὴ μες κλαστος ι τὸ ἐκφόριον τοῦ ἔτους ἐ τοῦ Ἑστιείου κλήρουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.