Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.babatha.11
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐπὶ ὑπάτων Μανείου Ἀκειλίου Γλαβρίωνος καὶ Τορκουάτου Θηβανιανοῦ πρὸ μιᾶς νωνῶν Μαίων ἐν Ἐνγαδοῖς κώμῃ κυρίου Καίσαρος, Ἰούδας Ἐλαζάρου Χθουσίωνος Ἐνγαδηνὸς Μαγωνίῳ Οὐάλεντι ἑκατοντάρχῳ σπείρης πρώτης μιλιαρίαςμειλιαρίας Θρᾳκῶν χαίρειν· ὁμολογῶ ἔχειν καὶ ὀφείλειν σοι ἐν δάνει ἀργυρίου Τυρίου δηνάρια τεσσαράκοντα ἑξήκοντα, οἵ εἰσιν στατῆρες δεκαπέντε, ἐπὶ ὑποθήκῃ τῇ ὑπαρχούσῃ Ἐλα αὐλῇ Ἐλαζάρῳ ΧθουσίωνιΧθουσιωνος πατρί μου ἧς ἔχω ἐπιτροπὴν ὑποτιθέναι καὶ ἐγμισθοῦν παρὰ τοῦ αὐτοῦ Ἐλαζάρου, ἧς αὐλῆς γείτονες ἀπὸ ἀνα τολῶν σκηναὶ καὶ Ἰησοῦς Μανδρῶνος, δύσεωςδύσεος σκηναὶ καὶ ἐργαστήριον τοῦ αὐτοῦ Ἐλαζάρου πατρός μου, νότου ἀγορὰ καὶ Σίμων Μαθθαίου, βορρᾶ ὁδὸς καὶ πραισίδιον, ὃ ἀργύριον ἀποδώσω σοι καλάνδαις ἸανουαρίαιςἸαναουαρίαις τοῦ τόκου τοῦ αὐτοῦ ἔτους, τὸν δὲ τό κον χορηγήσω σοι τοῦ αὐτοῦ ἀργυρίου κατὰ μῆνα ὡς τῶν ρ δηναρίωνδηναρων δηνάριονδηναρον ἕν, καὶ ἐάν σοι μὴ ἀποδώσω τῇ ὡρισμένῃ προθεσμίᾳ καθὼς προγέγραπται τὸ δίκαιον ἔσται σοι κτᾶσθαι χρᾶσθαι πωλεῖν διοικεῖν τὴν αὐτὴν ὑποθήκην χωρὶς καὶ ἡ πρᾶξις ἔσται σοι καὶ τῷ παρά σου καὶ ἄλλῳ παντί τῷ διά σου ἢ ὑπέρ σου κυρίως τοῦτο τὸ γράμμα προφέροντι, ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντῃ πάντων ὧν κέκτημαι καὶ ὧν ἐὰν ἐπικτήσωμαι, πράσσοντι κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ὁ πράσσων. ἐπὶ ὑπάτων Μανείου Ἀκειλίου Γλαβρίωνος καὶ Τορκουάτου Θηβανιανοῦ πρὸ μιᾶς νωνῶν Μαίων ἐν Ἐνγαδοῖς κώμῃ κυρίου Καίσαρος, Ἰούδας Ἐλαζάρου Χθουσίωνος Ἐνγαδηνὸς Μαγωνίῳ Οὐάλεντι ἑκατοντάρχῳ σπείρης πρώτης μιλιαρίαςμειλιαρίας Θρᾳκῶν χαίρειν· ὁμολογῶ ἔχειν καὶ ὀφείλειν σοι ἐν δάνει ἀργυρίου Τυρίου δηνάρια ἑξήκοντα, οἵ εἰσιν στατῆρες δεκαπέντε, ἐπὶ ὑπο θήκῃ τῇ ὑπαρχούσῃ αὐλῇ ἐν Ἐνγαδοῖς Ἐλαζάρῳ ΧθουσίωνιΧθουσιωνος πατρί μου ἧς ἔχω ἐπιτρο πὴν ὑποτιθέναι καὶ ἐγμισθοῦνἐγμισθοιν παρὰ τοῦ αὐτοῦ Ἐλαζάρου, ἧς αὐλῆς γείτονες ἀπὸ ἀνα τολῶν σκηναὶ καὶ Ἰησοῦς Μανδρῶνος, δύσεωςδύσεος σκηναὶ καὶ ἐργαστήριον τοῦ αὐτοῦ Ἐλαζάρου πατρός μου, νότου ἀγορὰ καὶ Σίμων Μαθθαίου, βορρᾶ ὁδὸς καὶ πραισίδιον, ὃ ἀργύριον ἀποδώσω σοι καλάνδαις ἸανουαρίαιςἸαναουαρίαις τῷ αὐτῷ ἔτει τῆς αὐτῆς ὑπατείας, τὸν δὲ τόκον χορηγήσω σοι τοῦ αὐτοῦ ἀργυρίου κατὰ μῆνα ὡς τῶν ἑκατὸν δηνάριωνδηναρων δηνάριονδηναρον ἕν κατὰ μῆνα. ἐὰν δέ σοι μὴ ἀποδώσω τῇ ὡρισμένῃ προθεσμίᾳ καθὼς προγέγρα πται τὸ δίκαιον ἔσται σοι κτᾶσθαι χρᾶσθαι πωλεῖν διοικεῖν τὴν αὐτὴν ὑποθήκην χωρὶς ς, καὶ ἡ πρᾶξις ἔσται σοι καὶ τῷ παρά σου καὶ ἄλλῳ παντὶ τῷ διά σου ἢ ὑπέρ σου κυρίως τοῦτο τὸ γράμμα προφέροντι, ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν Ἐλαζάρου πατρός μου ὑπαρχόντων πάντῃ πάντων, ὧν κεκτήμεθα καὶ ὧν ἐὰν ἐπικτησώ μεθα, πράσσοντι κυρίως, τρόπῳ ὧν ἂν αἱρῆται ὁ πράσσων, κυρίας τῆς μισ θώσεως ἧς σοι υ ἐμίσθωσα. ἑρμηνεία· Ἰούδας Ἐλαζάρου Χθουσίωνος τὰ αμην ὑπέθηκα ἀκολούθως τοῖς προγεγραμμένοις. ἐγράφη διὰ Ἰουστείνου. Γαῖος Ἰούλιος Προκλῆς Καλλαῖος Ἰωάνου μάρτυς Ὠνήσιμος Ἰανου μάρτυς Ἰωάνης υ μάρτυς Ἰώσηπος Σαειου μάρτυς Σίμων Σίμωνος μάρτυς Θεώδορος υἱὸς Μίου μάρτυςCross-references (3)
- TM-Text 23489 primary
- DDbDP-Text p.babatha;;11 tier-1
- HGV-Text 23489 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.