Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.babatha.15
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἐνάτου Αὐτοκράτορος Τραιανοῦ Ἁδριανοῦ Καίσαρος Σεβαστοῦ, ἐπὶ ὑπάτων Μάρκου Οὐαλερίου Ἀσιατικοῦ τὸ β καὶ Τιτίου Ἀκυλείνου πρὸ τεσσά ρων εἰδῶν Ὀκτωβρίων, κατὰ δὲ τὸν ἀριθμὸν τῆς ἐπαρχείας Ἀραβίας ἔτους εἰκοστοῦ μηνὸς Ὑπερβερεταίου λεγομένου Θεσρεὶ τετάρτῃ καὶ εἰκάδιεἰκὰς, ἐν Μαωζᾳ περὶ Ζοαραν, ἐπὶ τῶν ἐπιβεβλημένων μαρτύρων ἐμαρτυροποιήσατο Βαβαθα Σίμωνος τοῦ Μαναήμου κατὰ Ἰωάνου Ἰωσή που τοῦ Ἐγλα καὶ Αβδοοβδα Ἐλλουθα ἐπιτρόπων Ἰησοῦ Ἰησοῦτος υἱοῦ αὐτῆς ὀρφανοῦ, κατασταθέντων τῷ αὐτῷ ὀρφανῷ ἐπιτρό πων ὑπὸ βουλῆς τῶν Πετραίων, παρόντων τῶν αὐτῶν ἐπιτρόπων, λέγουσα· διὰ τὸ ὑμᾶς μὴ δεδωκέναι τῷ υἱῷ μου ὀρφανῷ τροφεῖατροφῖα πρὸς τὴν δύναμιν τόκου, ἀργυρίου αὐτοῦ καὶ τῶν λοιπῶν ὑπαρχόντων αὐτοῦ καὶ μάλιστα πρὸς ὁμιλίανὁμειλίαν ἣν εἰκουσα αὐτῷ καὶ μὴ χορηγεῖν αὐτῷ τόκον τοῦ ἀργυρίου εἰ μὴ τροπαϊκὸντροπαιεϊκὸν ἕνα εἰς ἑκατὸν δηνάρια, ἔχουσα ὑπάρχοντα ἀξιό χρεα τούτου τοῦ ἀργυρίου οὗ ἔχετε τοῦ ὀρφανοῦ, διὸ προεμαρτυροποίησα ἵνα εἰ δοκεῖ ὑμῖνὑμεῖν δοῦναί μοι τὸ ἀργύριον διʼ ἀσφαλείας περὶ ὑποθήκης τῶν ὑπαρχόντων μου χορηγοῦσα τόκον τοῦ ἀργυρίου ὡς ἑκατὸν δηναρίων δηνάριον ἓν ἥμισυ , ὅθεν λαμπρῶς διασωθῇ μου ὁ υἱὸς εὐχαριστῶνεὐχαριστουντα μακαριωτάτοις καιροῖς ἡγεμωνίας Ἰουλίου Ἰουλιανοῦ ἡγε μόνος, ἐπὶ οὗ περὶ τῆς ἀπειθαρχίαςἀπειθαρχείας ἀποδόσεως τῶν τροφείωντροφίων παρήνγειλέ γε ἡ Βαβαθα Ἰωάνῃ τῷ προγεγραμμένῳ, ἑνὶ τῶν ἐπιτρόπων τοῦ ὀρφανοῦ. και εἰ δὲ μή, ἔσται τοῦτο τὸ μαρτυροποίημα ἐγένετο εἰς δικαίωμα κέρδους ἀργυρίου τοῦ ὀρφα νοῦ ἔτους ἐνάτου Αὐτοκράτορος Τραιανοῦ Ἁδριανοῦ Καίσαρος Σεβαστοῦ, ἐπὶ ὑπάτων Μάρκου Οὐαλερίου Ἀσιατικοῦ τὸ β καὶ Τιτίου Ἀκυλείνου πρὸ τεσσάρων εἰδῶν Ὀκτωβρίων, κατὰ δὲ τὸν ἀριθμὸν τῆς ἐπαρχείας Ἀραβίας ἔτους εἰκοστοῦ μηνὸς Ὑπερβερεταίου λεγομένου Θεσρεὶ τετάρτῃ καὶ εἰκάδι, ἐν Μαωζᾳ περὶ Ζοαραν, ἐπὶ τῶν ἐπιβεβλημένων μαρτύρων ἐμαρτυροποιήσατο Βαβαθα Σίμωνος τοῦ Μανα ήμου κατὰ Ἰωάνου Ἰωσήπου τοῦ Ἐγλα καὶ Ἀβδοοβδα Ἐλλουθα ἐπιτρόπων Ἰησοῦ Ἰησοῦτος υἱοῦ αὐτῆς ὀρφανοῦ κατασταθέντων τῷ αὐτῷ ὀρφανῷ ὑπὸ βουλῆς τῶν Πετραίων, παρόντων τῶν αὐτῶν ἐπιτρόπων, λέγουσα· διὰ τὸ ὑμᾶς μὴ δεδωκέναι τῷ υἱῷ μου ὀρφανῷ δε τροφεῖα πρὸς τὴν δύναμιν τόκου ἀργυρίου αὐτοῦ καὶ τῶν λοιπῶν ὑπαρχόντων αὐτοῦ καὶ μάλιστα πρὸς ὁμιλίαν ἣν α καὶ μὴ χορηγεῖν αὐτῷ τόκον τοῦ ἀργυρίου εἰ μὴ τροπαϊκὸντροπαιεϊκὸν ἕνα εἰς ἑκατὸν δηνάρια, ἔχουσα ὑπάρχοντα ἀξιόχρεα τούτου τοῦ ἀργυρίου οὗ ἔχετε τοῦ ὀρφανοῦ, διὸ προεμαρτυροποίησα ἵνα εἰ δοκεῖ ὑμῖνὑμεῖν δοῦναί μοι τὸ ἀργύριον διʼ ἀσφαλείαςἀσφαλίας περὶ ὑποθήκης τῶν ὑπαρχόντων μου, χορη γοῦσα τόκον τοῦ ἀργυρίου ὡς ἑκατὸν δηναρίων δηνάριν ἓν ἥμισυ , ὅθεν λαμπρῶς διασω θῇ μου ὁ υἱὸς εὐχαριστῶν τοῖς μακαριωτάτοις καιροῖς ἡγεμονίαςἡγεμωνείας Ἰουλίου Ἰουλιανοῦ ἡγεμόνοςἡγεμώνος, ἐπὶ οὗ περὶ τῆς ἀπειθαρχίαςἀπειθαρχείας ἀποδόσεως τῶν τροφείωντροφίων παρήνγειλα ἐγὼ Βα βαθα Ἰωάνῃ τῷ προγεγραμμένῳ ἑνὶἑνεὶ τῶν ἐπιτρόπων τοῦ ὀρφανοῦ. εἰ δὲ μή, ἔσται τοῦτο τὸ μαρτυροποίημα εἰς δικαίωμα κέρδους ἀργυρίου τοῦ ὀρφανοῦ εἰ διδόντες ἐμαρτυροποιήσατο ἡ Βαβαθα ὡς προγέγραπται διὰ ἐπιτρόπου αὐτῆς τοῦδε τοῦ πράγματος Ἰούδου Χθουσίωνος ὃς παρὼν ὑπέγραψεν. Βαβαθας Σίμωνος ἐμαρτυροποιησάμην κατὰ Ἰωάνου Ἐγλα Ἀβδαοβδα Ἐλλουθα ἐπιτρόπωνἐπιτρώπων ἸησοῦἨσους υἱοῦ μου ὀρφανοῦ διʼ ἐπιτρόπου μου Ἰούδα Χαθουσίωνος ἀκολούθως ταῖςτε͂ς προγεγραμμέναιςπρογεγραμμένες αἰρέσεσινἐρέσασιν. Ἐλεάζαρος Ἐλεαζάρου ἔγραψα ὑπὲρ αὐτῆς ἐρωτηθεὶς διὰ τὸ αὐτὴναὐτης μὴ εἰδέναι γράμματα. καὶ ἐπεβάλοντο μάρτυρες ἑπτά . Aramaic Nabatean Aramaic ὁ δὲ γράψας τοῦτο Θεενας Σίμωνος λιβράριοςλιβλάριος Nabatean Θαδᾶις Θαδαίου μάρτυς NabateanCross-references (3)
- TM-Text 23494 primary
- DDbDP-Text p.babatha;;15 tier-1
- HGV-Text 23494 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.