Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.babatha.18

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐπὶ ὑπάτων Πουβλίου Μετειλίου Νέπωτος τὸ β καὶ Μάρκου Ἀννίου Λίβωνος νώναις Ἀπρι λίαις, ἀριθμῷ δὲ τῆς νέας ἐπαρχείας Ἀραβίας ἔτους τρίτου εἰκοστοῦ μηνὸς Ξανδί κοῦ πεντεκαιδεκάτῃ, ἐν Μαωζᾳ περὶ Ζοαραν, ἐξέδοτο Ἰούδας Ἐλεαζάρου τοῦ καὶ Χθουσίωνος Σελαμψιώνην τὴν ἰδίαν θυγατέρα αὐτοῦ παρθένον Ἰούδατι υἱῷ Ἀνανίου Σωμαλα καλουμένῳ Κίμβερι, ἀμφότεροι ἀπὸ κώμης Ἐνγαδῶν τῆς Ἰουδαί ας ἐνθάδε καταμένοντες, εἶναι τὴν Σελαμψιώνην Ἰούδατι Κίμβερι γυναῖκα γαμετὴν πρὸς γάμου κοινωνίαν κατὰ τοὺς νόμους, προσφερομένην αὐτῷ εἰς λόγον προσφορᾶς κοσμίαν γυναικείανγυναικίαν ἐν ἀργύρῳ καὶ χρυσῷ καὶ ἱματισ μῷ διατετιμημένηνδιατετειμημένην ἐν ἀλλήλοις, ὡς λέγουσιν οἱ ἀμφότεροι, ἀξιοχρέαν εἶναι ἀργυρίου δηναρίων διακοσίων , ἣν τιμογραφίαντειμογραφίαν ὡμολόγησεν ὁ γήμας Ἰούδας Κίμβερ ἀπειληφέναι παρὰ τῆς αὐτῆς Σελαμψιοῦς γυναικὸς αὐ τοῦ διὰ χειρὸς παραχρῆμα παρὰ Ἰούδου πατρὸς αὐτῆς καὶ ὀφείλειν αὐ τὸν τῇ αὐτῇ Σελαμψιώνῃ γυναικὶ αὐτοῦ ἅμα δηναρίων ἄλλων τριακοσίων ἃ ὡμολόγησεν δοῦναι αὐτῇ πρὸς τὰ τῆς προγεγραμμέ νης προσφορᾶς αὐτῆς πάντα εἰς λόγον προικὸςπροιοκὸς αὐτῆς ἀκολούθως αἱρέσει τροφῆς καὶ ἀμφιασμοῦ αὐτῆς τε καὶ τῶν μελλόντων τέκνων ἑλληνικῷ νόμῳ ἐπὶ τῆς τοῦ αὐτοῦ Ἰούδα Κίμβερος πίστεως καὶ κινδύνου καὶ πάντων ὑπαρχόν των ὧν τε ἔχει ἐν τῇ αὐτῇ πατρίδι αὐτοῦ καὶ ὧδε καὶ ὧν ἐπικτήσηται πάντῃ πάντων κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ἡ Σελαμψιώνη γυνὴ αὐτοῦ ἢ ὃς διʼ αὐτῆςαυτου ἢ ὑπὲρ αὐτῆςαυτου πράσσων αἱρῆται τὴν εἴσπραξιν ποιεῖσθαι. ἀλλάξει δὲ Ἰούδας ὁ καλούμενος Κίμβερ τῇ γυναικὶ αὐτοῦ Σελαμψιώνῃ τὴν συγγραφὴνσυνγραφη ταύτην ἐν ἀργύρῳ ἠσφαλισμένῳ ὡς καθήκει ὁπόταν αὐτὸν ἀπαι τήσῃἀπαιτήσει ταῖς ἑαυτοῦ δαπάναις κατὰ μηδὲν ἀντιλέγων. εἰ δὲ μή γε, ἐκτίσει αὐ τῇ τὰ προγεγραμμένα δηνάρια πάντα διπλοῦν, καὶ τῆς πράξεως γεινο μένης αὐτῇ ἀπό τε Ἰούδου Κίμβερος ἀνδρὸς αὐτῆς καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ἢ ὃς διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσων τὴν εἴσπραξιν ποιεῖσθαι. πίστει ἐπηρωτήθη καὶ ἀνθωμολογήθη ταῦτα οὕτως καλῶς γείνεσθαι. ἐπὶ ὑπάτων Πουβλείου Μετειλίου ΝέπωτοςΝέπωνος τὸ β καὶ Μάρκου Ἀννίου Λίβωνος νώναις Ἀπριλίαις, ἀριθμῷ δὲ τῆς νέας ἐπαρχείας Ἀραβίας ἔτους τρίτου εἰκοστοῦ μηνὸς Ξαν δικοῦ πεντεκαιδεκάτῃ ἐν Μαωζᾳααωζα περὶ Ζοαραν, ἐξέδο το Ἰούδας Ἐλεαζάρου τοῦ καὶ Χθουσίωνος Σελαμψι ώνην τὴν ἰδίαν θυγατέραθυγατέραν αὐτοῦ παρθένον Ἰού δατι ἐπικαλουμένῳ Κίμβερι υἱῷ Ἀνανίου τοῦ Σωμα λα, ἀμφότεροι ἀπὸ κώμης ἘνγαδῶνΑἰνγαδῶν τῆς Ἰουδαίας ἐνθάδε καταμένοντες, εἶναι τὴν Σελαμψιώνην Ἰούδατι Κίμβερι γυναῖκαγυναῖκαν γαμετὴν πρὸς γάμου κοι νωνίαν κατὰ τοὺς νόμους, προσφερομένην αὐτῷ εἰς λόγον προσφορᾶς κοσμίαν γυναικείανγυναικίαν ἐν ἀργύρῳ καὶ χρυσῷ καὶ ἱματισμῷ διατετιμημένηνδιατετειμένην ἐν ἀλλήλοις, ὡς λέγουσιν οἱ ἀμφότεροι, ἀξιοχρέαν εἶναι ἀργυρίου δηναρίων διακοσίων , ἣν τιμογραφίαντειμογραφίαν ὡμολόγησεν ὁ γήμας Ἰού δας ὁ καλούμενος Κίμβερ ἀπειληφέναι παρʼααρ αὐτῆς διὰ χει ρὸς παραχρῆμα παρὰ Ἰούδου πατρὸς αὐτῆς καὶ ὀφείλειν αὐτὸν τῇ αὐτῇ Σελαμψιώνῃ γυναικὶ αὐτοῦ ἅμα δηνα ρίων ἄλλων τριακοσίων ἃ ὡμολόγησεν δοῦναι αὐτῇ πρὸς τὰ τα τῆς προγεγραμμένης προσφορᾶς αὐτῆς πάντα εἰς λόγον προικὸςπροιοκὸς αὐτῆς ἀκολούθως αἱρέσει τρο φῆς καὶ ἀμφιασμοῦ αὐτῆς τε καὶ τῶν μελλόντων τέ κνων ἑλληνικῷ νόμῳ ἐπὶ τῆς τοῦ αὐτοῦ Ἰούδα Κίμ βερος πίστεως καὶ κινδύνου καὶ πάντων ὑπαρχόν των ὧν τε ἔχει ἐντν τῇ αὐτῇ πατρίδι αὐτοῦ καὶ ἐνθά δε καὶ ὧν ἂν ἐπικτήσηται πάντῃ πάντων κυρίως, τρό πῳ ᾧ ἂν αἱρῆται ἡ Σελαμψιώνη γυνὴ αὐτοῦ ἢ ὃς διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσων αἱρῆται τὴν εἴσπραξιν ποιεῖσθαι. ἀλλάξει δὲ Ἰούδας ὁ καλούμενος Κίμβερ τῇ γυναικὶ αὐτοῦ Σελαμψιώνῃ τὴν συνγραφὴν ταύτην ἐν ἀργύρῳ ἠσ φαλισμένῳ ὡς καθήκει ὁπόταν αὐτὸν ἀπαιτήσῃ ταῖς ἑαυτοῦ δαπάναις κατὰ μηδὲν ἀντιλέγων. εἰ δὲ μή γε, ἐκτίσει αὐτῇ τὰ προγεγραμμένα δηνάρια πάν τα διπλοῦν, καὶ τῆς πράξεως γεινομένηςσεινομενης αὐτῇ ἀπό τε Ἰούδου Κίμβερος ἀνδρὸς αὐτῆς καὶ ἐκ τῶν ὑπαρχόν των αὐτοῦ κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται Σελαμψιώνη ἢ ὃς διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσων τὴν εἴσπραξιν ποι εῖσθαι. πίστει ἐπηρωτήθη καὶ ἀνθωμολογήθη ταῦ τα οὕτως καλῶς γείνεσθαι. Aramaic Θεενας Σίμωνος λιβράριοςλιβλάριος ἔγραψα. Aramaic τιτος χειρ Aramaic

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.