Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.bacch.21

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Φλαυίῳ Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Σισόειτος Ὀρσενούφεως καὶ Ὥρου Πετεύρεως καὶ Πετεύρεως Πετεύρεως τῶν γ σὺν ἑτέροις ἱερεῦσι ἱεροῦ λογίμου Σοκνοβραίσεως κώμης Βακχιάδος. οὗ παρεκομίσαμέν σοι βι βλιδίου ἐπὶ ὑπογραφῆς τοῦ κρατίστου ἀρχιερέως τὸ ἀντίγραφον ὑπόκειται. ἀξιοῦμεν ἀκόλουθαἀκούλουθα τῇ ὑπογραφῇ κελεῦσαί σε τὰ δί καια ἡμῖν φυλαχθῆναι. ἔτους ιη Αὐρηλίων Ἀντωνείνου καὶ Κομμόδου Καισάρων τῶν κυρίων Μεσορὴ ιδ. ὑπετάχθη τὸ ὑποκείμενον βιβλίδιον. ἔστι δὲ καὶ τοῦ ἐπι στολίου τὸ ἀντίγραφον· Φλαύιος Ἀπολλώνιος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος Ἀπολλωνίῳ βασιλικῷ γραμματεῖ τῆς αὐ τῆς μερίδος τῷ φιλτάτῳ χαίρειν. τοῦ ἐπενεχθέντοςἐπενεκθέντος μοι ἐπὶ σφραγίσματος βιβλιδίου ἐπὶ ὑπογραφῆς Οὐλπίου Σερηνιανοῦ τοῦ κρατίστου ἀρχιερέως ἐξ ὀνόματος ἱερέων καὶ παστοφόρων κώμης Βακχιάδος ἀξιούντων μὴ ἄγεσθαι σωματικῶς ἐπὶ τὴν τῶν χωμάτων ἀπεργασίαν τὸ ἀντίγραφον φυλα χθήτω ται δ μαῖος ὑπηρέτης μετέλαβον ἀξίω μα ω οὕτως· Ἀπολλωνίῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Σισόειτος Ὀρσενούφεως καὶ Ὥρου Πετεύρεως καὶ Πετεύρεως Πετεύρεως τῶν γ ἱερέων σὺν ἑτέροις θεοῦ Σοκνοβραίσεως κώμης Βακχιάδος. οὗ ἀνετείναμεν τῷ κρα τίστῳ ἀρχιερεῖ Οὐλπίῳ Σερηνιανῷ βιβλιδίου παρακει μένων δικαιωμάτων τινῶν καὶ ἐπισταλέντων σοὶ ὑπὸ τοῦ τοῦ νομοῦ στρατηγοῦ ἀντίγραφον ὑπετάξαμεν ὅπως ὑπ εξαιρεθῶμεν τοῦ σωματικῶς ἀπεργάζεσθαι εἰς τὰ χωματικὰ ἔργα. ὑπετάξαμεν δὲ καὶ ἀντίγραφον ἐπι στολίου τοῦ γραφέντος ὑπὸ Ποτάμωνος στρατηγοῦ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου Σεραπίωνι αἰγιαλοφύλακι περὶ ἡμῶν καὶ τὸ κατʼ ἄνδρα ἡμῶν ἄνδρες ιε ἀφῆλιξ α ὑπετάχθη ταῦτα τὰ ἐξ ἀρχῆς πραχθέντα καὶ ἐπιστόλιον τὸ ἐπισταλὲν Σεραπίωνι αἰγιαλοφύλακι ὑπὸ Ποτάμωνος τοῦ στρατηγοῦ καὶ τὸ κατʼ ἄνδρα πάντων ἡμῶν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.