no image
DDbDP-text
Steuerquittungen (Kornzahlungen) via HGV-meta
Linked by Trismegistos ID
TM 19318.
Each record below describes this same artifact or text from a different angle.
μεμέτρηται ἐπὶ θησαυρὸν Ψινθέου τῆς Ἀντινόου πόλεως γενήματος τοῦ ἐνεστῶτος ιθ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Παῦνι κζ Ὠφελία ἡ καὶ Τασοῦς Χαιρήμονος πυροῦ μέτρῳ δημοσίῳ δοχικῷ ἀρτάβας εἴκοσι τέσσαραςτέσσαρες γίνονται πυροῦ δοχικῷ ἀρτάβαι κδ καὶ ἐπὶ θησαυρὸν τοῦ αὐτοῦ μηνὸς ι πυροῦ μέτρῳ δημοσίῳ δοχικῷ ἀρτάβας ἑκατὸν ἐννέα γίνονται πυροῦ μέτρῳ δημοσίῳ δοχικῷ ἀρτάβαι ρθ. διὰ Σαραπίωνος Κοινοῦ. μεμέτρηται ἐπὶ θησαυρὸν Ψινθέου τῆς Ἀντινόου πόλεως γενήματος τοῦ ἐνεστῶτος ιθ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Παῦνι κζ, Φιβίων Ἀνίωνος Ἀνεικήτου πυροῦ μέτρῳ δημοσίῳ δοχικῷ ἀρτάβας τεσσεράκοντα ὀκτὼ τέταρτον γίνονται πυροῦ δοχικῷ ἀρτάβαι μη δ διὰ Σαραπίωνος Κοινοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.