no image
DDbDP-text
Privatbrief via HGV-meta
Letter from Marinus to his father Kasius about olives, expenses and a pledge. A private letter from Marinus to his father Kasius about business matters: the charge for olives, an expense account settled with Apollonios, rent, an influx of African olives, and a coin and bracelet held in pledge by Valerius. It dates to the 2nd century AD. machine translation
Linked by Trismegistos ID
TM 27859.
Each record below describes this same artifact or text from a different angle.
[r]
Μαρεῖνος Κασίῳ τῷ πατρὶ
πλεῖστα χαίρειν·
γίγνωσκε τὸ προσωπικὸν
τῶν ἐλαιῶν εἶναι δραχμῶν μ. καὶ Ἀπολλώνιος συνήρατό μοι λόγον
δαπάνης δραχμῶν ρπ καὶ ἐνοίκιον μέλλει ἀπὸ νῦν παρακόλουθον· ὁ γὰρ Νιλάμμων ὁ γαροπώλης παρέθετο αὐτά, ὡς πρὸς
ὀλίγας ἡμέρας ἦλθε. γράφω
σοι, ἵνʼ εἰδῇς. ἡ γὰρ ἐλαία ἡ Ἀφρικανὴ πολλὴ εἰσῆλθεν· ἔμαθον
δὲ τὸ δηνάριον καὶ τὸ ψέλιον
κείμενα ἐνέχυρον παρὰ Οὐαλέριον πρὸς τὴν δαπάνην, ἣν
ἐποιήσατο Ἀπολλώνιος, ὥς φησιν. εἰ οὖν θέλεις, πραχθῇ· δήλωσον ἡμῖν· ἐρρῶσθαί σε εὔχομαι,
ἀσπάσω Μαρεῖνον καὶ Εἰσουν τὴν
μητέρα αὐτῶν, ἀσπάζεται ὑμᾶς
Ἀπολλώνιος […]…δη[…]…[…]
[…]λλο[…]αι…σο…οι
[…]…[…]ο[…]χμ…
[…]…[…]…[…]…[…]ε
[…]σω…[…]Μ…ρ…η
[…]…α…πα[…]τον δέ σοι
[…]…ε Ἀπολλώνιος γράφει.
[v]
Κασίῳ πάτρωνι ὑπὸ Μαρείνου υἱοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.