no image
DDbDP-text
Privatbrief via HGV-meta
Letter from Aphynchis the smith to Areion the priest about four jars of oil. Private letter from Aphynchis, a smith, to his 'brother' Areion, a priest, reporting that four jars of oil marked with Plutarchos' name were loaded on the boat of Hierax. He tells Areion not to pay Hierax freight, since Hierax owes Plutarchos 2,600 drachmas, and asks him to collect and keep the jars until he arrives. machine translation
Linked by Trismegistos ID
TM 31141.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
Ἀφύνχις Ἀρείωνι
τῷ ἀδελφῷ χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί
σε ὑγιαίνειν μετὰ τῶν
τέκνων σου· γιγνώσκειν
σε θέλω, ἄδελφε, ὅτι ἐνεβαλόμεθα εἰς τὸ πλοῖον Ἱέρακος τοῦ πολιτικοῦ τοῦ φίλου
σου. ὅπου ἔμενες; ἐνθάδε
ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐλαίου βάδια τέσσαρα γίνεται δ, ἐπιγεγραμμένα δέ ἐστιν ὀνόματι Πλουτάρχου. περὶ μὲν οὖν
τοῦ ναύλου μηδὲν αὐτῷ δός.
ὀφείλει γὰρ Ἱέραξ τῷ Πλουτάρχῳ ἀργυρίου δραχμὰς
δισχιλίας ἑξακοσίας γίνονται δραχμαὶ Βχ, ἀλλὰ
μὲν οὖν τῷ Ἱέρακι
πόσον ἐστὶν τὸ ναῦλον καὶ
ἔλεγεν, ὅτι φανερόν ἐστιν.
καλῶς οὖν ποιήσεις, ἄδελφε,
λαβεῖν παρʼ αὐτοῦ τὰ τέσσαρα βάδια καὶ, ἐὰν μὲν βουληθῇς, ἐᾶσαι
αὐτὰ παρά σοι, ἕως ἔλθω πρός σε,
ἵνα μὴ πάλιν ἀπενεχθῇ.
[… ? lines lost …]
[r,ms]
[…] Ἀρείων τὸν Ἀφύνχιν. καλῶς δὲ ποιήσεις παραναγνῶναι Ἡρακλείᾳ τὸ ἐπιστολίδιον
τοῦτο· τὸ δὲ πλεῖστον μέρος ἔασον παρά σοι τὰ βάδια, ἕως παραγένωμαι. ἔρρωσο.
[v]
ἀπόδος Ἀρείονι ἱερεῖ παρὰ τοῦ Ἀφύνχιος χαλκέως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.