no image
DDbDP-text
Christian letter via HGV-meta
Letter from Arrianos to his brother Paulos about the gymnasiarchy and land. A Christian letter from Arrianos to his brother Paulos, found at Theadelphia in the Fayum, sending greetings from the family. He reminds Paulos about a gymnasiarchy matter, since a certain Herakleides has been nominated to the council, and asks him to buy 2 arouras of land and send some garum-oil. machine translation
Linked by Trismegistos ID
TM 30799.
Each record below describes this same artifact or text from a different angle.
χαῖρε κύριέ μου ἀσύγκριτε ἄδελφε Παῦλε,
Ἀρριανός σε προσαγορεύω.
εὐχόμενός σοι τὰ ἐν βίῳ κάλλιστα ὑπαρχθῆναι.
τοῦ μηνιείου ἐρχομένου πρὸς ὑμᾶς ἀναγκαῖον ἡγησάμην προσαγορεῦσαί σε ἅμα τῷ κυρίῳ
πατρὶ ἡμῶν· καὶ νῦν ὑπομιμνήσκω ὑμᾶς
περὶ τῆς γυμνασιαρχίας, ἵνα ἐνθάδε μὴ ἐνοχλώμεθα. Ἡρακλείδης γὰρ οὐ δύναται λαλῆσαι·
[…] αὐτὸς γὰρ ὠνομάσθη εἰς τὴν βουλήν.
ἀφορμὴν οὖν εὑρὲ τὰς […]ας β ἀρούρας
ὠνήσασθαι. ἀλλὰ καὶ τὸ γαρέλαιόν μοι πέμψον οἷον ἐάν δοκιμάσῃς καλὸν εἶναι.
ἡ δὲ κυρία τεκοῦσα ἡμῶν ὁλοκληροῦσα
προσαγορεύει ὑμᾶς ἅμα ταῖς συμβίοις
ὑμῶν καὶ τοῖς γλυκυτάτοις τέκνοις
μετὰ τῶν ἀδελφῶν καὶ πάντων τῶν ἡμετέρων προσαγόρευε τὸν ἀδελφὸν ἡμῶν
[…]γένην καὶ τὸν Ξύδην. σὲ οἱ ἡμέ-τεροι πάντες προσαγορεύουσιν. ἐρρῶσθαί
σε εὔχομαι ὁλοκληροῦντα ἐν κυρίῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.