no image
DDbDP-text
Brief des Korrâ ben Šarik an Basileios via HGV-meta
Linked by Trismegistos ID
TM 17682.
Each record below describes this same artifact or text from a different angle.
περὶ φοινικοδοκίων. ἐν ὀνόματι τοῦ θεοῦ. Κόρρα υἱὸς Σζερὶχ σύμβουλος Βασιλείῳ διοικητῇ Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ θεῷ καὶ μετὰ ταῦτα· ἐγνώσθη ἡμῖν ὡς πολλοί τινες ἀγοράζουσιν ἐν τῇ διοικήσει σου φοινικοδόκια εἰς ὀλίγην τιμὴν ἄνευ ἐπιτροπῆς καὶ ἡμετέρων γραμμάτων. καὶ ἐάν ἐστι τοῦτο ἀληθές, κατεφρόνησες τῆς ψυχῆς σου καὶ στράταν δέδωκες κατά σου. δεχόμενος οὖν τὰ παρόντα γράμματα μὴ συγχωρήσῃς παντοῖον τινὰ ποιῆσαι ἀγορασίαν φοινικίων ἐν τῇ διοικήσει σου εἰ μὴ διʼ ἡμετέρων γραμμάτων, καὶ ἡνίκα γράψωμεν πρός σε περὶ ἀγορασίας οἱουδήποτε ἀνθρώπου ἐκ τῶν τοιούτων φοινικοδοκίων, μὴ συγχωρήσῃς δοθῆναι εἰ μὴ κατὰ πεντήκοντα πήχεις τοῦ νομίσματος, μὴ καταπιστεύων τινὶ τὸ κεφάλαιον τοῦτο, ἀλλὰ σὺ διὰ σεαυτοῦ μεσάζων μετʼ ἀκριβείας πάσης, ὅπως ὡς εἴρηται μὴ δοθῇ τινί τι ἐκ περιττοῦ τῆς διατιμήσεως ἧς ὡρίσαμενὁρίσαμεν εἰς τὰ τοιαῦτα φοινικοδόκια. μὴ εὕρωμενεὕρομεν οὖν ὅτι οἱ ἐπικείμενοι τοῦ τελωνίου Βαβυλῶνος ηὗράν σε ἀπολύσαντα παντοῖον φοινικοδόκιν ἀπὸ τῆς διοικήσεώς σου παντοίῳ προσώπῳ εἰ μὴ διʼ ἡμετέρων γραμμάτων, ὡς πολλάκις εἴρηται, μήτε μὴν δοθῆναί τι ἄνωθεν τῆς διατιμήσεως ἧς ἐξεθέμεθα ἐν γράμμασι καταγνωσθῇς. παραλείψας τι τῆς ἡμετέρας κελεύσεως ἐν τούτοις μέλλεις ἀπολαβεῖν ἐν σώματι καὶ βαλαντίῳ. ἐγράφη μηνὸς Μεχεὶρ ἰνδικτίονος η. Κόρρα υἱὸς Σζερὶχ σύμβουλος Βασιλείῳ διοικητῇ Κώμης Ἀφροδιτώ. μηνὸς ἰνδικτίονος η. ἠνήχθη διὰ τοῦ περὶ μὴ πωλῆσαι φοινικοδόκια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.