Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.berl.leihg.2.26

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

πυροῦ ἀρτάβαι λδ γ ιβ Φωκίων στρατηγὸς Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων σιτολόγοις Θεαδελφείας χαίρειν. μετρήσατε συνεπιστέλλον τος Λεωνίδου βασιλικοῦ γραμματέως Θεμίστου μερίδος ἀπὸ γενήματος ζ ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Αὐτοκρατόρων εἰς δάνεια σπέρματα τῆς τοῦ ἐνεστῶτος η ἔτους ἐπʼ ἀγαθοῖς κατασπορᾶς ἃς ὁ αὐτὸς βασιλικὸς γραμματεὺς ὧι ἡ περὶ τῶν σπερμάτων διάκρισις διαφέρει, ἔγραψεν ὀφείλειν ἐξοδιασθῆναι δημοσίοις γεωργοῖς κώμης Καμείνων καὶ Κερκεσήφεως αἰτησαμένοις διὰ ΧιλᾶΑχιλλᾶ Κρονίωνος καὶ Πετεεῦτος Πετε εῦτος τῶν β πρεσβυτέρων τῆς Κερκεσήφεως καὶ Ἁρμιέως Σουχᾶ καὶ Ὀρσενούφεως Χαιρεῖ τῶν β πρεσβυτέρων κώμης Καμείνων διʼ ὑπογεωργοῦ Δημοκράτους Νέωνος εἰς τὰς προσμερισθείσας αὐτοῖς ἀπὸ πεδίων κώμης Ἀργιάδος τοῖς μὲν ἀπὸ Καμείνων βασιλικῆς γῆς ἀρούρας ι 𐅷 σπερμάτων πυροῦ σὺν ὑπολήμψει ἀρτάβας ιε ϛ, προσοδικῶν ἀρούρας ε γ σπερμάτων πυροῦ σὺν ὑπολήμψει ἀρτάβας ζ 𐅵 γ ιβ, τοῖς δὲ ἀπὸ Κερκεσήφεως βασιλικῆς γῆς ἀρούρας ε γ σπερμάτων πυροῦ σὺν ὑπολήμψει ἀρτάβας ζ 𐅵 κδ, προσοδικῶν ἀρούρας β 𐅷 σπερμάτων πυροῦ σὺν ὑπολήμψει ἀρτάβας γ 𐅷 η, τὰς ἐπὶ τὸ αὐτὸ σπερμάτων πυροῦ καθαροῦ ἀδόλου ἀβώλου ἀκρίθου κεκοσκινυμένουκεκοσκεινευμένου μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ ἀρτάβας τριάκοντα τέσσαρες τρίτον δωδέ κατον ἐπακολουθούντων τῷ τε ἐξοδιασμῷ καὶ τῇ εἰς τὴν γῆν καταθέσει τοῦ τε αἰγιαλοφύλακος καὶ κατασπορέων ὄν των καὶ χωματεπιμελητῶν καὶ τῶν ἄλλων τῶν εἰωθό των κατὰ συνήθειαν μηδενὸς ὑπολογουμένου ὀνόματι δημο σίου ἢ ἰδιωτικοῦ ὀφειλήματος ἐπὶ τῷ τὰς ἴσας ἐκἐγ νέων γενη μάτων ἀποκατασταθῆναι ἅμα τοῖς τῆς γῆς δημοσίοις καὶ προσμετρου μένοις πᾶσι καὶ λαβόντες τὰς καθηκούσας ἀποχὰς δισσὰς εἴς με γεγραμμένας ἀνάδοτε. ἔτους η Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Ἁδριανοῦ κη. Φωκίων στρατηγός. μετρήσατε τὰς τοῦ πυροῦ ἀρτάβας τριάκοντα τέσσαρες τρίτον δωδέκατον ὡς πρόκειται. Λεωνίδης βασιλικὸς γραμματεύς. μετρήσατε τὰς τοῦ πυροῦ ἀρτάβας λδ γ ιβ ὡς πρόκειται. Ἁρμιεῦς Σουχᾶ καὶ Ὀρσενοῦ φις Χαιρεῖ οἱ β δημόσιοι καὶ οὐσιακοὶ καὶ προσοδικοὶ γεωργοὶ κώμης Καμείνων καὶ Χιλᾶς Κρονίωνος καὶ Πετεεῦς ΠετεεῦτΠετεῦτος oἱ β δημόσιοι καὶ οὐσιακοὶ καὶ προσοδικοὶ γεωργοὶ κώμης Κερκεσήφεως εἰς τὰς προσμερισθείσας αὐτοῖς ἀπὸ πεδίων κώμης Ἀργι άδος διʼ ὑπογεωργοῦ Δημοκράτους Νέωνος Καμείνων βασιλικῆς ἀρούρας ι 𐅷 σπερμάτων σὺν ὑπολήμψει ἀρτάβας ιε ϛ, προσοδικῶν ἀρούρας ε γ σπερμάτων σὺν ὑπολήμψει ζ 𐅵 γ ιβ, Κερκεσήφεως βασιλικῆς ἀρούρας ε γ σπερμάτων σὺν ὑπολήμψει ζ 𐅵 κδ προσοδικῶν ἀρούρας β 𐅷 σπερμάτων σὺν ὑπολήμψει γ 𐅷 η· γίνονται ἐπὶ τὸ αὐτὸ μετρήσει τῇ κελευσθείσῃ σπερμάτων σὺν ὑπολήμψει πυροῦ ἀρτάβαι λδ γ ιβ· ἡμεῖς οἱ δ πρεσβύτεροι ἀπέχομεν. Κασᾶς Πηκῶ γραμματεὺς ἐπι δέδωκα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.