Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.berl.leihg.2.27
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
παρὰ Μυσθαρίωνος Ἡρακλείδου καὶ Πνεφερῶτος Σατα βοῦτος καὶ Μύσθου Ἀλεξίωνος καὶ ΧαιρήμονοςΧαιρήμωνος Εὐδαίμονος καὶ Χαιρᾶτος Ἀπολλωνίου καὶ Ζωίλου Ἀπίωνος καὶ Ἁρπάλου Διδύμου καὶ Μάρκου Σαραπίωνος καὶ Ἥρωνος Πτολλᾶ καὶ Πετερμούθεως Χάρητος καὶ Ἁρπάλου Μύσθου· οἱ ια πρεσβύτεροι πεδίουκεδιου κώμης Θεαδελφείας Ἥρωνι καὶ μετόχοις σιτολόγοις τῆς αὐτῆς κώμης χαίρειν. ἔχομενἔχωμεν παρʼ ὑμῶν ἄλλας μεθʼ ἃς προεπεστάλκατεπροεπεστάλκαταιπροεπεσταλμέναι εἰσὶπροεπεστάλκαται ἡμῖν πρὸ χρηματισμοῦ εἰς δάνειαδάνια σπέρματα τῆς τοῦ ἐνεστῶτος η ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων κατασπορᾶςκατασπορᾶς ἀπὸ γενήματος τοῦ διεληλυθότοςδιεληλοιθότος ζ ἔτους ἄλλας ἐπὶ λόγου πυροῦ ἀρτάβας ἑξακοσίας καὶ κριθῆς ἀρτάβας τριάκοντα, ἃς καὶ ὑπολογήσομεν ἁπάσας ἐκ τῶν ἐπιστελλομένωνἐπιστελλωμένων· τὸ δὲ κατʼ ἄνδρα τῶν ἀναδιδουμένωνἀναδουμένων λήψεσθαιλήμψεσσθαι ὑπὸ τοῦ ὑφʼ ἡμῶν ὑποσυσταθέντοςἀποσυσταθέντες, ὡς ὑμεῖςὑμῖς ἐφεῖτεἐφῆται, Πανεσνέως ὭρουὍρου. Μυσθαρίων Ἡρακλείδου συν εθέμην. Χαιρήμων Εὐδαίμονος συνεθέμην. Πνεφρῶς ἐτῶν λη ἄσημος. Χαιρᾶς ἐτῶν λε οὐλὴ ὀφρύι ἀριστερᾷ. Ζωίλος ἐτῶν μ οὐλὴ μήλῳ ἀριστερῷ. Ἅρπαλος ἐτῶν λβ οὐλὴ χειρὶχιρὶ ἀριστερᾷ. Μάρκος ἐτῶν λ οὐλὴ ἀντικνημίῳἀντκινημίῳ δεξιῷ. Ἥρων ἐτῶν μ οὐλὴ γόνατι δεξιῷ. Πετερμοῦθις ἐτῶν λ οὐλὴ δακτύλῳ μικρῷμικρο χειρὸς ἀριστερᾶς οἱ ἑπτὰ διʼ Ἀφροδνομικοῦ φάμενοι μὴ εἰδέναιἰδένε γράμματα. ἔτους η Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων Ἁδριανοῦ κβκα.Cross-references (3)
- TM-Text 10219 primary
- DDbDP-Text p.berl.leihg;2;27 tier-1
- HGV-Text 10219 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.