no image
DDbDP-text
Désignation de mandataires des cultivateurs publics via HGV-meta
Linked by Trismegistos ID
TM 10232.
Each record below describes this same artifact or text from a different angle.
οἱ ὑπογεγραμμένοι ἄνδρες δημόσιοι καὶ οὐσιακοὶ καὶ προσοδικοὶ γεωργοὶ κώμης Θεαδελφείας καὶ μέρους πεδίων ἑτέρων κωμῶν ἐν τοῖς εὐτυχεστάτοις τοῦ μεγίστου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς καιροῖς καὶ εἰς ἐπανόρθωσιν τῶν ἡμῖνἡμεῖν τε καὶ τοῖς συνγεωργοῖς ἡμῶν ἐξακολουθούντων ἐκφορίων σιτικῶν τε καὶ γενῶν καὶ ἀργυρικῶν φόρων οὐκ ὀλίγων ὄντων ἀξιοῦμεν καὶ ἐμμένομεν τῇ ἔτι ἄνωθεν καὶ μέχρι νῦν συνηθείᾳ γεινομένῃ ὑπὸ τοῦ πατρῴου θεοῦ ἡμῶν Σούχου Πνεφερῶτος ἐν ταῖς κωμαστικαῖς αὐτοῦ ἡμέραις τοῦ ἐνεστῶτος κα ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου προχειριζόμενοιπροχειριζόμενωι τούς τε προστήσανταςἐν τῇ κώμῃ ἄνδρας πρὸς τὰς παραγινομέναςπαραγεινομένας παρουσίας καὶ βοηθοὺς ἡμῶν τε καὶ τῶν συνγεωργῶν ἡμῶν, πάντα δὲ εἰς τὸ μηδὲ ἓν ἔλασσον τῷ δημοσίῳ ἐξακολυθεῖν ἀλλὰ αὔξειναὔξιν τὰς κυριακὰς ψήφους. Ἡρακλείδης ὡς ἐτῶν μ οὐλὴ ἀστραγάλῳ δεξιῷ Ὡρίων ὡς ἐτῶν λε οὐλὴ προσώπῳ μέσῳ λεσῶνις Ἀρητίων ὡς ἐτῶν λε οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς Ἥρων ὡς ἐτῶν ν οὐλὴ μετώπῳ Πανοῦφις ὡς ἐτῶν ν οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς Παπεῖς ὡς ἐτῶν λη οὐλὴ δακτύλῳ χειρὸς δεξιᾶς Ἥρων ἄλλος ὡς ἐτῶν λε οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς Ἁρσυθεῦς ὡς ἐτῶν λβ οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς Ἀπίων ὡς ἐτῶν λθ οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς Ἰσίδωρος Νικάνδρου ἐνμένωι πᾶσι τοῖς προκειμένοις, καθὼς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.