Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.berl.salmen.5

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Σαραπίων Πετειμούθηι χαίρειν. τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. ἔρρωσο ἔτους λβ Λεωνίδηι. τῆς παρὰ Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως ἐπιστολῆς περὶ ὧν γράφει δεῖν χρηματισθῆναι εἰς δάνεια τοῦ εἰς τὸ λβ ἔτος σπόρου τοῖς ἐκἐγ Βεσγυ γεωργοῖς εἰς τέλος ἀσθενοῦσι ἀντίγραφον ὑπόκειται. μέτρησον οὖν συνυπογράφοντος Θήριδος τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ τοῦ Πετειμούθου ἀντὶ τῶν προεπισταλεισῶν αὐτοῖς τῆι ια τοῦ Ἁθὺρ ὀλύρας ἀρταβῶν ρκε τὸν κατὰ λόγον φακὸν διὰ ὧν λοιπογραφεῖσθαι ἀρταβ φακοῦ ἀρτάβας οε προσμεμερισμένας ἵνʼ ἔχωσιν ἐκ τῶν ἐν ἀγορᾶι τιμῶν συναγοράσαι τὴν ὀλύραν, τ φακοῦ ὄντος τῆς ἀρτάβης χαλκοῦ δραχμὰς Β τῆς μὲν ὀλύρας Ασ ἐξ ὧν αἱρεῖν τῆς τοῦ φακοῦ ἀρτάβης ὀλύρας ἀρτάβας ρκε τάσδε πρότερον ληφθείσης αὐτῶν χειρογραφίας ὅρκου βασιλικοῦ περὶ τοῦ κατασπερεῖν πᾶσαν καὶ μηδεμίαν ἐάσειν εἰς ἄσπορον συναποκαταστήσειν δʼ ἐκἐγ νέων ἅμα τοῖς τῆς γῆς ἐκφορίοις ἀνυπόλογον παντὸς ὑπολόγου ὄντες ἀλλήλων ἔγγυοι μετὰ τῆς τοῦ τοπο γραμματέως καὶ τῶν ἄλλων εἰθισμένων γνώμης φακοῦ ἀρτάβας ἑβδομήκοντα πέντε οε, γίνονται φακοῦ ἀρτάβαι οε χαλκοῦ δραχμαῖς δισχιλίαις Β, καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. Θήριδι. τῆς παρʼ Ἡρακλείδου τοῦ διεξάγοντος τὰ κατὰ τὴν τοπογραμματείαν τῆς Μέσης ἀναφορᾶς περὶ ὧν αἰτεῖται εἰς δάνεια τοῦ εἰς τὸ λβ ἔτος σπόρου τοῖς ἐκἐγ Βεσγυ γεωργοῖς ἀσθένοῦσι εἰς ὑπόληψιν ὀλύρας ἀρτάβας ρκε ἀντίγραφον ὑποτετάχαμεν. ἐπεὶ οὖν συμφανοῦς κατασυνθέντος σου ὡς ὑπολήψεως δέονται κέκρινας μετὰ Σαραπίωνος τοῦ ἐπὶ τῶν προσόδων δοῦναι ταύτας, καλῶς ποιήσεις συντάξας ἐπιστεῖλαι προέσθαι ὡς καθήκει. ἩρακλείδηςἩρακλείδηι ὁ πρὸς τῆι τοπογραμματείαι τῆς Μέσης. ἀναγκαίου ὄντος μερισθῆναι τοῖς ἐκἐγ Βεσγυ εἰς τέλος ἐξησθενηκόσι εἰς ὑπόληψιν ἄλλας ὀλύρας ἀρτάβας ρκε ἀξιῶ ἐὰν φαίνηται σύνταξον χρηματίσαι ὅπως ἀντέχωνται τῶν κατὰ τὴν κατασποράν. λβ Ἁθὺρ θ τοῖς γραμματεῦσιν ἔτους λβ Χοιὰχ ιϛ Πετειμούθηι

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.