Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.berl.zill.7
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους θ, ὑπατείαςὑπατίας τῆς αὐτῶν γαληνότητος τὸ η, Μεσορὴ ιη ἰνδικτίωνος ζ. Φλαουίῳ Φιλοξένῳ τῷ εὐδοκιμωτάτῳ ταχυγράφῳ τῆς ἡγεμονικῆς τάξεως ταύτης τῆς Ἀρκάδων ἐπαρχίας, υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἱερακίου, ἀπὸ ταύτης τῆς Νέας Ἰουστίνου πόλεως, Αὐρήλιος Ψάως, υἱὸς Πραοῦτος, γενομένου πρεσβυτέρου μητρὸς Ματρώνας ὁρμώμενος ἀπὸ κώμης Κῶς τοῦ Ἡρακλεουπολιτῶν νομοῦ, χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τοῦ εἰσιόντος ἔτους σνα σκ τῆς σὺν θεῷ ὀγδόης ἰνδικτίωνος κατασπορᾶς δὲ καὶ συλλογῆς καρπῶν τῆς προσελαυνούσης ἐνάτης ἐπινεμήσεως, τὸ διαφέρον τῇ σῇ εὐδοκιμήσει ὁλόκληρον μηχανὴν καλουμένην Ἀκεεῖς, ἐκ βορρᾶ τῆς αὐτῆς κώμης ἐξηρτισμένην πάσῃ ξυλικῇ ἐξαρτίᾳ καὶ σιδηρώμασιν, μετὰ καὶ τοῦ ἐπικειμένου ἐν αὐτῇ λάκκου καὶ ὑδρεύματος καὶ κυκλευτηρίου καὶ μηχανικῶν ὀργάνων καὶ φυτῶν παντοίων καὶ παντὸς ἑτέρου δικαίου ταύτης καὶ τῶν συνγεωργουμένων καὶ ὑποστελλουσῶν αὐτῇ μηχανῇ ἀρουρῶν δώδεκα ἢ ὅσαι πλείους ἐὰν ὦσιν, εἰς σπορὰν ὧν ἐὰν αἱρῶμαι γενημάτων, καὶ τελέσω αὐτῇ ὑπὲρ φόρου ταύτης καθʼ ἕκαστον ἐνιαυτὸν ἐπί τε νειλοβρόχου καὶ ἀβρόχου, σίτου ἀπὸ καλοῦ γενήματος κεκοσκινευμένου ἀρτάβας τεσσεράκοντα μέτρῳ αὐτῆς, καὶ λόγῳ ἀργυρικοῦ χρυσοῦ νομίσματα δύο. ὁμολογῶ ἐσχηκέναι παρʼ αὐτῆς ἐντεῦθεν ἤδη λόγῳ προχρείας χρυσοῦ νόμισμα α, δώσω δὲ καὶ τὰ ἔκτακτα πάντα καὶ τὰς κατὰ καιρὸν γεουχικὰς ὑπηρεσίας πάσας, καὶ τὰ ἑορτικὰ καὶ τὰ ἀναλώματα τοῦ καιροῦ τῶν φόρων, τουτέστιν οἴνου λαγήνιονλαγηνιν ἓν καὶ δελφάκιον ἕν. ποιοῦμαι καὶ τὴν ἀναβολὴν τῶν ναυβίωνναυείων. τήν δε νομὴν τῶν προειρημένων πάντων πραγμάτων ἄτρωτον, ἀβλαβῆ φυλάξω, καὶ παραδώσω αὐτῇ ὁπόταν βουληθείη ὡς καὶ παρείληφα. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Ψάως, υἱὸς Πραοῦτος, ὁ προγεγραμμένος. στοιχεῖ μοι αὕτη ἡ μίσθωσις καὶ ἀποδώσω τὸν προγεγραμμένον φόρον ὡς πρόκειται. Δαμιανὸςδακιανος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. μίσθωσις Ψάω υἱοῦ Πραοῦτος ἀπὸ κώμης Κῶς ὁλοκλήρου μηχανῆς καλουμένης Ἀκεεῖς φόρου σίτου ἀρταβῶν μ χρυσοῦ νομισμάτων βCross-references (3)
- TM-Text 17287 primary
- DDbDP-Text p.berl.zill;;7 tier-1
- HGV-Text 17287 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.