Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.bingen.60

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ϛ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι δ ἔτους ἕκτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Λωίου δ Παῦνι δ ἐν κώμῃ Σοκνοπαίου Νήσουἐν τῇ Σοκνοπαίου Νήσουἐν τῇ κώμῃ Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ ὁ δεῖνα ὡς ἐτῶν τῷ δεῖνι ὡς ἐτῶν μελιχρῷ μακροπροσώπῳ εὐθυρείνι οὐλὴ καρπῷ δεξιῷ καὶ τῷ δεῖνι ὡς ἐτῶν χρῷ μακροπροσώπῳ εὐθυρεῖνι οὐλὴοὐλῂ καρπῷ ἀριστερῷ ὁ μὲν δεῖνα παρακεχωρηκέναι τῷ δεῖνι καὶ τῷ δεῖνι ὥστε καὶ ἐγγόνοις αὐτῶν καὶ τοῖς παρʼ αὐτῶν εἰς μετεπιγραφὴν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὸν ὑπάρχοντα αὐτῷ περὶ Φιλοπάτορα τῆς Θεμίστου μερίδος ἐν δυσὶ σφραγεῖσισφραγῖσι κλῆρον κατοικικὸν ἀρουρῶν ωνι τῷ καὶ Πανεφρέμει νεωτέρῳ ἑκαστ ὧν γείτονες τῆς πρώτης σφραγῖδος ἥ ἐστιν ἀρουρῶν νότου βορρᾶ ου ἀνὰ μέσον ὄντος γύου, λιβὸς βασιλικὴ γῆ ἀπηλιώτου γείτονες δὲ καὶ τῆς δευτέρας σφραγῖδος ἥ ἐστιν ἀρουρῶν δεκαπέντε · νότου ἡ ὠνημένηἠωνημένη κα βορρᾶ λιβὸς ἀπηλιώτου καὶ ἐπιτετελεκέναι τὸν δεῖνα τὰς εἰς ἕκαστον τῶν παρακεχωρημένων διὰ τοῦ κατοικικοῦ λογιστηρίου οἰκονομίας ὡς καθήκει καὶ ἀπέχειν τὸν αὐτὸν δεῖνα παρὰ τῶν παρακεχωρημένων τὸ διεσταμένον παραχωρητικὸν ἀργυρικὸν πᾶν κεφάλαιον ἀργυρίου δραχμὰς ἐκ πλήρους διὰ τῆς τοῦ ανου Ἀλκίμου κολλυβιστικῆς τραπέζης καὶ βεβαιώσειν αὐτόν τε δεῖνα καὶ τοὺς παρʼ αὐτοῦ τοῖς παρακεχωρημένοις καὶ τοῖς παρʼ αὐτῶν τὰ παρακεχωρημένα πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον ἅ καὶ παρέξεσθαι ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ καθαρὰ ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος πέμπτου ἔτους καὶ αὐτοῦ τοῦ πέμπτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ μηδένα κωλύοντα τοὺς παρακεχωρημένους μηδὲ τοὺς παρʼ αὐτῶν κυριεύοντας τῶν παρακεχωρημένων καὶ εἰσοδεύοντας καὶ ἐξοδεύοντας καὶ πρός τε τὰ προκείμενα μηδʼ ἐγκαλεῖν μηδὲ διαμφισβητήσειν μηδʼ ἐπελεύσεσθαι τρόπῳ μηδενί· ἐὰν δὲ μὴ βεβαιοῖ ὁ δεῖνα ἢ ἀποτισάτω τοῖς παρακεχωρημένοις παραχρῆμα ὃ ὑπείληφεν παραχωρητικὸν ἀργυρικὸν κεφάλαιον μεθʼ ἡμιολίας καὶ τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμὰς καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον ἥ τε ὁμολογία ἥδε καὶ αἵ γεγονυῖαι εἰς τοὺς παρακεχωρημένους οἰκονομίαι κύριαι ἔστωσαν ἐπὶ τὸν ἅπαντα χρόνον. ὑπογραφεὺς . ὁ δεῖνα ὁμολογῶ παρακεχωρηκέναι τῷ δεῖνι καὶ τῷ δεῖνι εἰς μετεπιγραφὴν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸν ὑπάρχοντα μοι περὶ Φιλοπάτορα τῆς Θεμίστου μερίδος ἐν δυσὶ σφραγῖσι κλῆρον κατοικικὸν ὧν γείτονες καθὼς πρόκειται καὶ ἐπιτετελεκέναι τὰς εἰς ἕκαστον αὐτῶν διὰ τοῦ κατοικικοῦ λογιστηρίου οἰκονομίας ὡς καθήκει καὶ ἀπέχειν τὸ παραχωρητικὸν καὶ βεβαιώσειν καὶ παρέξεσθαι ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος πέμπτου ἔτους καὶ αὐτοῦ τοῦ πέμπτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀπὸ δὲ ἰδίων πάντων διὰ παντὸς καθότι πρόκειται. ἔτους ϛ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι δ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἔτους ϛ Τιβερίου Κλαυδίου ΚαισαροςΚλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ ΑὐτοκράτοροςΑὐτοκράτορος

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.