Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.brem.53
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Διοσκορᾶι τῷ ἰδίωι πλεῖστα χαίρειν. νενοημένον καὶ ευ ἀποδοῦναι νῦν μοι ἔχοντά σου ὅλον τὸν λόγον, οὗ καὶ ἀντίγραφον ἔχεις. διάβηθι οὖν εἰς Ἑπτακωμίαν μετʼ αὐτοῦ, μετὰ καὶ τοῦ Εὐτύχου, ὃν ἐποίησας κύριον τῶν ἐμῶν. σύμπαιζε δʼ αὐτῶι, καὶ αὐτὸν δὲ ἄγαγε μετὰ σεαυτοῦ ἐκεῖ. καὶ μέμνησο ὅτι ὅσων ἔγραψας προσθήσεσθαι τιμήν, τούτων ἀποδοῦναί σε δεῖ καθʼ ἣν ἔγραψας κετο τὴν τιμὴν τοῦ πυροῦ καὶ τὸν φακὸν αι καὶ τὰ ἄλλα ἐ γὼ γὰρ οὔτε τὸν ἄροτρον ἔσχον οὔτε εἶ πόν σοι αὐτῶι δοῦναί τι. καὶ εἰ καθεστά κειν δέ, οὐκ ἂν εἶχες αὐτῷ δοῦναι χωρὶς ἐμοῦ ἢ ἐξουσίας, εἰ εὐνοεῖς μοι, οὐδὲ ἐνετειλάμην σοι διδόναι ἀκολου θήσαντί μοι υχεως, ἀλλὰ διέτρι ψας ἤδη ἐπιδημήσας ἐξ οὗ κατέπλευσα, ἵνα σὺ λάβῃς τὴν τιμὴν τοῦ οἴνου ἀνὰ ἀργυρίου δραχμὰς ε κατὰ μέρος. ἔδει γάρ σε ἔκτο τε πεπομφέναι τὴν τιμήν. σὺ δʼ ἔγρα ψάς μοι ὅτι ν Ἀνδροκλῆς, με τʼ ὀλίγας ἡμέρας φανερῶ σοι τὴν τιμήν. ἐπὶ πᾶσι ἔγραψας ὅτι οὐκ ἔδωκέν μοι τὴν τιμὴν ὁ Εὔτυχος καὶ ἐκεῖνοςκἀκεῖνος ὅτι οὐ δίδωμι χωρὶς σοῦ. ἴσθι οὖν ὅτι παραγράψω σε τὴν τιμὴν τοῦ οἴνου εἰς δραχμὰς πέντε . καὶ ἐὰνκἂν νῦν μὴ λάβωι, ἔγραψα δὲ καὶ αὐτῶι διαβῆναι εἰς τὴν Ἑπτακωμίαν, ἕως ἂν περαιωθῇ τὸ πρᾶγμα, ἵνα δοθῇ τὸ ἀργύριον Ἀπολλωνίῳ τῷ στρατηγῷ τῆς Ἑπτα κωμίας καὶ γράψῃγραφη σοι ἐσχηκέναι τὸ ἀργύριον. ἐπὶ πᾶσι μέντοι γίνωσκε, ὅτι οὕτως ἀνα στραφεὶς ἐν πᾶσι τοῖς πρὸς ἐμέ, οὐ μέλλεις με διαφεύγειν γεωργῶν μου πάντα τὰ ἐδά φηἐδάφηι. νὴ τοὺς θεούς, ᾠόμην ὅτε ἠκολούθουν τῶι ἡγεμόνι ὅτι ἐν Ἑρμοῦ πόλειπόλι εὑρίσκωεὑρίσκωι τάλαντον εἰς τὸν μον ὑπό σου ἐνη νεγμένον ἐκ λίνων τῶν ἐκμετρηθέντων ἐν τῶι θησαυρῶι. ἔρρωσο καὶ ον ὅτι οὐ διαφεύγεις με. ἔρρωσο. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος τοῦ κυρίου Παῧνι ιη. Διοσκόρωι τῶι φίλωιCross-references (3)
- TM-Text 19637 primary
- DDbDP-Text p.brem;;53 tier-1
- HGV-Text 19637 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.