no image
DDbDP-text
Ein Geschäftsbrief an Dioskoras via HGV-meta
Letter to Dioskoras demanding payment for wine and produce. A business letter, probably from the strategos Apollonios or a landowner of his circle, to Dioskoras, who farms the writer's lands, demanding payment for wine, wheat and lentils and complaining of his conduct and of unauthorized payments to Eutychos. It is dated 12 June 114 AD, probably from Hermopolis. machine translation
Linked by Trismegistos ID
TM 19637.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
[…] Διοσκορᾶι τῷ ἰδίωι
[…]πλεῖστα χαίρειν.
[…]νενοημένον καὶ …ευ[…]
[…] ἀποδοῦναι νῦν μοι
[…] ἔχοντά σου ὅλον τὸν
λόγον, οὗ καὶ ἀντίγραφον ἔχεις. διάβηθι
οὖν εἰς Ἑπτακωμίαν μετʼ αὐτοῦ, μετὰ καὶ
τοῦ Εὐτύχου, ὃν ἐποίησας κύριον τῶν
ἐμῶν. σύμπαιζε δʼ αὐτῶι, καὶ αὐτὸν δὲ
ἄγαγε μετὰ σεαυτοῦ ἐκεῖ. καὶ μέμνησο
ὅτι ὅσων ἔγραψας προσθήσεσθαι τιμήν,
τούτων ἀποδοῦναί σε δεῖ καθʼ ἣν ἔγραψας
κ…ε…[…]…[…]…[…]το τὴν τιμὴν τοῦ πυροῦ καὶ τὸν
φακὸν …[…]αι καὶ τὰ ἄλλα […]ἐγὼ γὰρ οὔτε τὸν ἄροτρον ἔσχον οὔτε εἶπόν σοι αὐτῶι δοῦναί τι. καὶ εἰ καθεστάκειν δέ, οὐκ ἂν εἶχες αὐτῷ δοῦναι
χωρὶς ἐμοῦ ἢ ἐξουσίας, εἰ εὐνοεῖς μοι,
οὐδὲ ἐνετειλάμην σοι διδόναι ἀκολουθήσαντί μοι …[…]…[…]…υχεως, ἀλλὰ διέτριψας ἤδη ἐπιδημήσας ἐξ οὗ κατέπλευσα,
ἵνα σὺ λάβῃς τὴν τιμὴν τοῦ οἴνου ἀνὰ
ἀργυρίου δραχμὰς ε κατὰ μέρος. ἔδει γάρ σε ἔκτοτε πεπομφέναι τὴν τιμήν. σὺ δʼ ἔγραψάς μοι ὅτι[…]ν[…] Ἀνδροκλῆς, μετʼ ὀλίγας ἡμέρας φανερῶ σοι τὴν τιμήν.
[r,2]
ἐπὶ πᾶσι ἔγραψας ὅτι οὐκ ἔδωκέν μοι τὴν τιμὴν
ὁ Εὔτυχος καὶ ἐκεῖνος ὅτι οὐ δίδωμι χωρὶς σοῦ.
ἴσθι οὖν ὅτι παραγράψω σε τὴν τιμὴν τοῦ οἴνου
εἰς δραχμὰς πέντε . καὶ ἐὰν νῦν μὴ λάβωι, ἔγραψα
δὲ καὶ αὐτῶι διαβῆναι εἰς τὴν Ἑπτακωμίαν,
ἕως ἂν περαιωθῇ τὸ πρᾶγμα, ἵνα δοθῇ τὸ
ἀργύριον Ἀπολλωνίῳ τῷ στρατηγῷ τῆς Ἑπτακωμίας καὶ γράψῃ σοι ἐσχηκέναι τὸ ἀργύριον.
ἐπὶ πᾶσι μέντοι γίνωσκε, ὅτι οὕτως ἀναστραφεὶς ἐν πᾶσι τοῖς πρὸς ἐμέ, οὐ μέλλεις
με διαφεύγειν γεωργῶν μου πάντα τὰἐδάφη. νὴ τοὺς θεούς, ᾠόμην ὅτε ἠκολούθουν
τῶι ἡγεμόνι ὅτι ἐν Ἑρμοῦ πόλει εὑρίσκω
τάλαντον εἰς τὸν μ[…]…[…]ον ὑπό σου ἐνηνεγμένον ἐκ λίνων τῶν ἐκμετρηθέντων
ἐν τῶι θησαυρῶι.
ἔρρωσο καὶ[…]…[…]ον ὅτι οὐ
διαφεύγεις με.
ἔρρωσο.
ἔτους ιζ Αὐτοκράτορος Καίσαρος τοῦ κυρίου Παῧνι
ιη.
[v]
Διοσκόρωι τῶι φίλωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.