Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.brem.61

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἀπολλωνίωι τῶι ἀδελφῶι πολλὰ χαίρειν. ἀσπάζομαί σε. ἀφʼ ἧς ἡμέρας ἐξῆλθον ἀπὸ σοῦ καὶ ἐγενόμην ἐν τῶι Ἑρμοπο λείτηι, κατελαβόμηνκατελαβον τὸν στρατηγόν. ἐν οἱ κλῶπες ἠθέλησάν με ἐπισφραγίσασθαι με τὰ ἐνόντα τῆι κίστηι ὀμνύουσανὀμνυουση περὶ τῆς τιμῆς. ἐγὼ δὲ οὐ πρότερον ἐβουλόμην ὀμόσαι ἢ λημματίζεσθαι τὰ ἀργύρια εἰδυῖα ὅτι χωρὶς ἀπειλῆς στρατηγικῆς οὐδὲν οῦσι ἀλλʼἀλʼ αὐτὸ μόνον μανι οκοποας. πῶς δʼ ἔχεις; ἐγὼ δὲ ἀγωνιῶ καθʼ ἡμέραν, μὴ πάλιν νωθρὸς ᾖς. ἐπίστειλον δέ μοι περὶ τῆς σωτηρίας σου. πρὸ παντὸςπαντων γὰρ τὴν σωτηρίαν σου προτέραν ἡγοῦμαι ἢ πάντα ἃ ἐπιζητῶἐπιζητῶι. οἶδα γὰρ πῶς με τιμᾶςτειμᾶς καὶ μαρτυρῶ πολλάκις πᾶσι ἃ πεποίηκάς μοι. ἄσπασαι Ἀλίνην ἀδελφικῶς καὶ Εὐδαιμονίδαευδαιμονιν τὴν μητέρα καὶ τὰ ἀβάσκαντά σου παιδία. ἐρρῶσθαί σε εὔχομαι. Φαρμοῦθι ιϛ. οὐκ ἀγνοεῖς, πῶς πάλιν ὁ μωρὸς διενοχλεῖ μοι χάριν τῆς μητρὸς αὐτοῦ μωραίνων καὶ οὐκ ἔχων σε τὸν ἐκτινάξοντα αὐτοῦ τὴν μωρίαν. μελησάτω σοι δέ, πῶς ἐὰν πέμψω σοι τὰ παιδία Παυσᾶν καὶ Κοττέρωτα περὶ ἐκείνου τοῦ πράγματος νουθε τήσῃς καὶ ἐπὶ πέρας ἄξῃς. Χαιρᾶς Ἀπολλωνίωι τῶι ἀδελφῶι χαίρειν. ἀσπάζομαί σε πολλὰ καί σου προσδοκῶπροσδοκῶι ἀεὶ τὴν σωτηρίαν σου ἐπιστείλαντός μοι, πῶς ἔχεις. καὶ γὰρ ἀγωνιῶ πάν τοτε, ἕως ἐπιστείλῃς μοι περὶ τῆς ὑγιείαςὑγίας σου. ἀσπάζεταί σε καὶ Ἡρώδης ἀδελφός. ἀσπάζομαι πάντας τοὺς φι λοῦντάς σε. ἐρρῶσθαί σε βούλομαι. Δισκᾶς Ἀπολωνίῳ τῷ κυρίῳ πολλὰ χαίρειν. πρὸ μὲν πάντων ἀσπάζομαίἀσπάζομέ σεσαι καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ὥραν παρὰ τῷ κυ ρίῳ Ἑρμῇ. ὡς οἶδας περὶ σοῦ νοσοῦντός σου ἀγωνιῶ, ἕως ἔλθω σοι ἀπαλλαγέντι σοι. ἀσπάζομαί σε. ἐπίστασαι δὲ ὅτι ἐκτός σου μενῶ ἕνεκα ἐνεχύρων ἡμετέ ρων, ὧν τὴν σωτηρίαν σου πρώτηνπρότην ἡγοῦμαι ἢ ἐμαυτοῦ. ἄσπασαι πάντας τοὺς φιλοῦν τάς σε. ἔρρωσο, κύριε. Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου ἑπτακωμίας

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.