no image
DDbDP-text
(Déclarations de recensement de Thelbonthon Siphtha) via HGV-meta
Linked by Trismegistos ID
TM 16054.
Each record below describes this same artifact or text from a different angle.
ρϛ Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Ἀμμωνίου Ἀμεννέως ἀπὸ Θελβόνθον Σίφθα. ἀπογράφομαι κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντά μοι ἐν τῇ κώμῃ οἰκίαν καὶ ψιλοὺς τόπους Ἀμμωνίου Ἀμεννέως Ἁρνεκτώτου πρότερον τοῦ πατρὸς ἐν ᾗ Ἀμμῶνις Ἀμεννέως Ἁρνεκτώτου μητρὸς Σμίθιος Ἁρνεκτώτου ἐτῶν μζ, Σμῖθις Ἁρνεκτώτου μητρὸς Θερεψόιτος ἡ μήτηρ ἐτῶν ξθ. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ ΓερμανικοῦΓερμανιακοῦ Μεγίστου, Ἐπεὶφ κϛ. ἈμμώνιοςἈμώνιος ἈμεννέωςἈμενέως ἐπιδέδωκα ὡς πρόκειται. Ὧρος Φίβιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. διʼ Ἁρποκ σελίδος μβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.