no image
DDbDP-text
[r]
Παγκράτης Φιλοξένωι
χαίρειν. εἰ ἔρρωσαι καὶ
τἄλλα σοι κατὰ λόγον ἐστὶν
εἴη ἂν ὡς αἱρούμεθα καὶ
αὐτοὶ δʼ ὑγιαίνομεν.
ὑπὲρ ὧν ἠβουλόμεθα
ἀπεστάλκαμεν πρός σε
Γλαυκίαν ὄντα ἡμῶν
ἴδιον κοινολογησόμενόν σοι.
χαριεῖ οὖν ἀκούσας
αὐτοῦ καὶ περὶ ὧν παραγέγονεν ὑποδείξας,
μάλιστα δὲ σαυτοῦ ἐπιμελόμενος ἵνʼ ὑγιαίνῃς.
ἔρρωσο. ἔτους κθ Φαμενώθ η.
[v]
ΦιλοξένωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.