no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 10313.
Each record below describes this same artifact or text from a different angle.
αιου τῶν τριῶντρειῶν ἀπὸ κώμης Καρανίδος παρὰ Αὐρηλίων Καπίτωνος Ἡλιοδώρου ἀπὸ ἀμφόδου Ἀπολλωνίου Παρεμβολῆς καὶ Πτολεμαίου Πτολλαρίωνος ἀπὸ κώμης Καρανίδος. βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν ἀπὸ τῶν διαφερόντων τῇ κώμῃ ἀπὸ ὀνόματος Νείλου Κασιανοῦ περὶ ὁριοδεικτίανὁδικτίαν ΚαρανίδοςΚαρανιδαν ἐπὶ τῆς ζ σφραγῖδος ἐν τόπῳ Παννιποῖ ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας πέντε ἢ ὅσαιὅσας ἐὰν ὦσι ἐπὶ τὸ πλεῖονπλῆον ἢ ἔλαττον πρὸς μόνην τὴν τοῦ ἐνεστῶτος ἔτους σπορὰν η ἔτους καὶ ϛ ἔτους τῆς ἐνεστώσης ὑπατείας ἄνευ φόρου ἐπὶ τοῦ ἡμᾶς τοὺς περὶ Καπίτωνα καὶ Πτολεμαῖον πάντα τὰ διαφέροντα ταῖς ἀρούραις τελεῖν σιτικά τε καὶ κριθικὰ καὶ ἀργυρικὰ καὶ ἀννώνας ἐκ πλήρους ὑπὲρ τῶν αὐτῶν ἀρουρῶν τὸν προκίμενον ἐνιαύσιον χρόνον, τὰ δὲ τῶν ἀρουρῶν ἔργα πάντα ἡμεῖςἡμῖς οἱ μισθούμενοι ποι ήσομεν καὶ μετὰ τὸν ἐνιαύσιον χρόνον παραδώσομενπαραδουμν τὰς ἀρούρας ἀπὸ συνκομιδῆς. ἡ μίσθωσις κυρία, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ γ, Θὼθ ιϛ. Αὐρήλιος Καπίτων μεμίσθωμαι ὡς πρόκιται. Αὐρήλιος Πτολεμαῖος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Σευῆρος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.