no image
DDbDP-text
Petition to a Strategos via HGV-meta
Linked by Trismegistos ID
TM 10394.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ἥρωνι στρατηγῷ Ἀρσινοίτου παρὰ Αὐρηλίων Ταήσεως καὶ Κυριλλοῦτος ἀμφοτέρων Κοπρῆ ἀπὸ κώμης Καρανίδος. ὁ ἡμέτερος ἡμῶν πατὴρ, ἄριστε τῶν στρατηγῶν, τὸν βίον τελευτῶν κατέλειψενκατέλιψεν κινητὰ εἴδη. ὁ δὲ τούτου ἀδελφὸς Χαιρή μων ἅπαντα τὰ κατέλειψενκατέλιψεν ἐνκολπωσάμενοςἐνκολφωσάμενος καὶ παρέσχετοπαράσχετο ἡμῖν ταῖς γυναιξὶν σιτικὰς δημοσίας ἀρούρας ταῖς μὴ δυναμέναις ὑπαντᾶν τοῖς φόροις τῶν ἀρουρῶν. προσήλθαμεν δὲ καὶ τότε τῷ γενο μένῳ πρωτοστάτῃ τῆς κώμης Σερήνῳ τῷ καὶ Ἁρποκρᾷ καὶ ἐκέλευσεν αὐτὸν ἅπαντα τὰ καταλειφθέντακαταλιφθέντα ὑπὸ τοῦ ἡμῶν πατρὸς ταῦτα ἡμῖν παρασχεῖν. ὃς δὲ οὐδεμίαν ἡμῶν φροντίδα ποιεῖται, καὶ διʼ αὐτὸ τοῦτο ἐντάξασαι τὰ καταλειφθέντακαταλιφθέντα δεόμεθα καὶ παρακαλοῦμεν τὴν σὴν φιλαν θρωπίαν ὅπως κελεύσῃς αὐτῷ τῷ Χαιρήμονι ταῦτα ἡμῖν παρασχεῖν ἵνα δυνηθῶμεν ὄνησιν ἔχειν τῶν ἰδίων. διευτύχει. ἔστι δὲ τὰ εἴδη· πρόβατα τέλεια ξα, αἶγεςαἶγαις τέλειοιτέλιοι μ, μηχανὴμιχανὴ ἀλετικὴ α καὶ ἀργυρίου τάλαντα γ καὶ σίτου ἀρτάβαι β καὶ δουλικὰ σώματα δύο ἐξ ὧν κατε πώλησεν δούλην μίαν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.