no image
DDbDP-text
Petition to a Praepositus Pagi via HGV-meta
Linked by Trismegistos ID
TM 10406.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Γεροντίῳ πραιποσίτῳ ε πάγου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος. πλείστην γῆν κεκτημένου μου καὶ περὶ τὴν γεωπονίανγεοπονίαν ὄντος μου μηδεμίαν τε συμπλοκὴν ἔχοντοςἔχων πρός τινας κατὰ τὴν κώμην ἀλλὰ κατʼ ἐμαυτὸν ἀναχωροῦντος, οὐκ οἶδα ὅπως, τῇ προελθούσῃ ἡμέρᾳ μέσαις ὥραις ἐμοῦ ἐν ἀγροῖς ὄντος Καλᾶς Ὀννώφρεως καὶ Σεύθης Τιμοθέου καὶ Ἑρᾶς Σεύθου καὶ Παῆσις Ἀπολιναρίου καὶ Σώτας Ἀχιλλᾶ καὶ Σερῆνις Ἀρίστωνος ἀπὸ τῆς αὐτῆς κώμης μηδὲν ἔχοντες πρός με, οἴνῳ πολλῷ βεβαρημένοι καὶ θαρροῦντες ᾧ περίκεινταιπερίκινται πλούτει, ἐπιστάντες μετὰ ἀρα βικῶνμεταραικων τῇ ἡμετέρᾳ οἰκίᾳ καὶ τὰς μὲν θύρας κατασχίσαντες καὶ ἔνδον γενόμενοι ὅσα μὲν πρὸς ὑπηρεσίαν εἴχομεν σκεύη συνέτριψαν βαστάξαντεςκασταξαντες καὶ εἴ τι ἐν τῷ τόπῳ εὗραν, καὶ εἰ μὴ βοῇ κέχρηνται οἱ ἡμέτεροι γυναῖκες οὖσαι ἐποίησανἐποισαν οἱ ἀπὸ τῆς κώμης ἐπίπτωσιν τῷ τόπῳ. τάχα ἂν καὶ μείζοναμίζονα αὐτοῖς ἐπεβουλεύοντο. ὅθεν τῆς τηλικαύτης αὐτῶν ἀναιδείαςἀναιδίας δεομένης τῆς ἀπὸ τῶν νόμων ἐπεξελεύσεως τῶν τε θυρῶν καὶ τῶν συντριβέντων σκευῶν φανερῶν ὄντων, ἀναγκαίως τὰ ἔνγραφα ἐπιδίδωμι ἀξιῶν αὐτοὺς ἀχθῆναι ἐπὶ σοῦ ἵνα τὰ ἀκόλουθα τοῖς νόμοις πραχθῆναι δυνηθῇ, ὃ παραφησυχάσωπαραπησυχάσω ἐπὶ τούτοις. διευτύχει. ὑπατείας Σαβίνου καὶ Ῥουφίνου τῶν λαμπροτάτων Φαῶφι κζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.