no image
DDbDP-text
Sale of Vegetable Seed via HGV-meta
Advance sale of vegetable seed at Karanis. A contract of sale with advance payment from Karanis, dated 11 December 314. Aurelius Heras acknowledges receiving 2 talents from Aurelius Isidoros as the price of 2 artabas of vegetable seed, which he must deliver at the village threshing floor in Pauni of the following summer, with Isidoros entitled to execution on his property if he fails. machine translation
Linked by Trismegistos ID
TM 10424.
Each record below describes this same artifact or text from a different angle.
ὁμολογεῖ Αὐρήλιος Ἡρᾶς Κάστορος μητρὸς Θαϊσᾶτος
ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν ναοὐλὴ
ἀντικνημίῳ ἀριστερῷ Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου
ἀπὸ τῆς αὐτῆς κώμης Καρανίδος ἔχειν παρʼ αὐτοῦ
τὸν ὁμολογοῦντα διὰ χειρὸς ἀργυρίου κεφαλαίου
τάλαντα δύο ὄντα τιμὴν ἣν συνεφώνησαν
πρὸς ἑαυτοὺς λαχανοσπέρμου ἀρταβῶν δύο, ἀρταβῶν β,
ἅπερ γένη ἐπάναγκον ἀποδώσει ὁ ὁμολογῶν Ἡρᾶς
τῷ Ἰσιδώρῳ τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος
ἔτους ἐφʼ ἅλῳ μέτρῳ τετραχοινίκῳ ἐπὶ τῆς
κώμης, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γείνεσθαι
τῷ Ἰσιδώρῳ τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, καὶ ἐπερωτηθεὶς ὡμολόγησεν.
ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου
Ἀννιανοῦ τῶν λαμπροτάτων Χοιὰκ ιε.
Αὐρήλιος Βάκχιος Τιβερίνου ἔγραψα ὑπὲρ αὐτοῦ
ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.