no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 10425.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Γουνθικοῦ μεγίστου Περσικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς Λωΐου Παῦνι κϛ ἐν Πτολεμαΐ δι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμο λογεῖ Αὐρήλιος Κοπρῆς Πτολεμαίου μητρὸς Ταή σεως ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν λ φα κὸς μέλας μήλῳ δεξιῷ Αὐρηλίᾳ Σαραπιά δι Κοπρῆ μητρὸς Ἡρακλοῦτος ἀπὸ ἀμφόδου Μοήρεως χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ ἔχεινἔχιν παρʼ αὐτῆς ὁ ὁμολογῶν διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑπτακισχιλίαςἑπτακισχειλίας διακοσίας ἑξήκοντα οὔσας τάλαντον ἓν καὶ δραχμὰς χιλίαςχειλίας διακοσίας ἑξή κοντα χρῆσιν εἰς μῆνας τρεῖς ἀπὸ τούτου τοῦ μηνὸς τόκου δραχμιαίου ἑκάστῃ μνᾷ κατὰ μῆνα ἔκαστον, ἅσπερ ἐπάναγ κον ἀποδώσεινἀποδώσιν ἐν τῷ μηνὶ Μεσορὴ τοῦ ἐνεστῶτος ἔτους σὺν τοῖς συναχθησο μένοις αὐτῶν δραχμιαίοις τόκοις ἀνυ περθέτως, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γίνε σθαιγείνεσθαι αὐτῇ τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. καὶ ἔγραψε Δ ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα. καὶ ἐπερωτηθεὶς ὡμολόγησε. Αὐρήλιος Κοπρῆς ΠτολεμαίουΠτολεμέου ἔσχον τὸ τοῦ ἀργυρίου τάλαντον ἓν καὶ τὰς δραχμὰς χιλίας διακοσίας ἑξήκοντα καὶ ἀποδώσω ὡς πρόκειται τῇ προθεσμίᾳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.