no image
DDbDP-text
Déposition via HGV-meta
Linked by Trismegistos ID
TM 19016.
Each record below describes this same artifact or text from a different angle.
† ἐκσφράγισμα ἐμοῦ Κολλούθου βοηθοῦ τῆς ἐκδικίας τῆς Ἀνταιοπολίτων, Φλαυίῳ Διοσκόρῳ Ἀπολλῶτος
τῷ εὐδοκιμωτάτῳ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ. κατὰ τὴν σήμερον ἡμέραν ἥτις ἐστὶν νεομηνία
τοῦ παρόντος μηνὸς Τῦβι τῆς ἐνεστώσης ἑβδόμης ἰνδικτίωνος, βασιλείας τοῦ θειωτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ τοῦ
αἰωνίουΑὐγούστου Αὐτοκράτορος ἔτους ἑπτακαιδεκάτου, τοῖς μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλίου τοῦ ἐνδοξοτάτου, καταλαβὼν
τὴν Ἀφροδίτης κώμην δημοσίας χρείας ἕνεκεν καὶ αἰτηθεὶς παρὰ τῆς σῆς εὐδοκιμήσεως ἐλθεῖν καὶ ἐπιθεωρῆσαι
τὰ λήϊα τοῦ ὑπʼ αὐτὴν ὀργάνου τοῦ εὐαγοῦς μοναστηρίου ἄπα Σουροῦτος τοῦ διακειμένου ἐν τῇ βορεινῇ πεδιάδι τῆς
εἰρημένης κώμης, κλήρου φήνεως καλουμένου πρότερον ἄπα Ψεντουσῆτος· καὶ ἐκεῖσε οὖν παραγενάμενος ἅμα
τῇ σῇ εὐδοκιμήσει, ἑώρακα τὰ προειρημένα λήϊα λυμηθέντα παντελῶς πρὸς πᾶσαν αὔξησιν καρποῦ,
τὰ μὲν καταπατηθέντα καὶ πηλοπατηθέντα ὥστε ἀφανῆ γενέσθαι, τά δὲ παρωθέντα καὶ ἐκριζωθέντα
[…] πρὸς ἀχρήστων εἴδησιν. καὶ ταῦτα οὕτως θεωρήσας, ἐπηρώτησα τὴν αἰτίαν διʼ ἣν ἐπὶ τοσοῦτον
τρόπονκακίστως λυμηθείη ὁ καρπός· ἔφησέν μοι ἡ σὴ εὐδοκίμησις ὅτι δὴ· ἀνήρ τις λεγόμενος
[…] Μουσαίου ἐστὶν ὁ ταῦτα ποιῶν. πρὸ ἡμερῶν γὰρ ἦλθεν πρὸς ἐμὲ μέλλων τὰ πρόβατα αὐτοῦ
ἀγαγεῖν εἰς τὸ ὄργανον τοῦ μακαρίου ἀδελφοῦ αὐτοῦ, παρακάτω τοῦ ἐμοῦ ὀργάνου, εἰς χλωροφαγίαν.
[…]σατο μοι, βουλόμενος διὰ τοῦ ἐμοῦ αὔλακος τὴν εἴσοδον τῶν αὐτοῦ προβάτων ποιήσασθαι, καὶ μαθὼν
τὴνεἴσοδον ταύτην γενέσθαι οὐ παρεχώρησα ἑκουσίως, ἀπῆλθεν τυραννίδι ἐπερειδόμενος, ἀπήλασας
[…]τὰ προρηθέντα αὐτοῦ πρόβατα καὶ ὅσα εἶχεν θρέμματα διὰ τῶν ἐμῶν ληΐων, καὶ οὕτως ἐλυμήνατο
[…]μοι τοιαύτην ζημίαν καὶ ἀνατροπὴν εἰς βλάβην τοῦ δημοσίου, καίτοι γε παραγγελθεὶς
παρʼ ἐμοῦ, μιμνήσκοντος μὴ οὕτω χρήσασθαι τῷ ἐμῷ αὔλακι· ὑφορωμένῳ τὸν γενάμενον αἰκισμὸν
ἔφησενεἶναί ποτε τὸν τόπον ἐν ὁδοιπορίας τάξει θρεμμάτων ἐπὶ ἡμῶν καὶ ἐπὶ προγόνων.
καὶπρὸς τὴν τῶν οὕτως εἰρημένων καὶ ἡγημένων ἀσφάλειαν, αἰτηθεὶς παρὰ σοῦ καὶ συνθεὶς τόδε
τὸ ἐκμαρτύριον, ἐξεδόμην σοι μεθʼ ὑπογραφῆς ἐμῆς. Κόλλουθος βοηθὸς τῆς ἐκδικίας τῆς
Ἀνταιοπολιτῶν ἐκδέδωκα τοῦτο τὸ ἐκμαρτύριον ὡς πρόκειται. χμγSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.