no image
DDbDP-text
Contract in Coptic via APIS-papyrus
Linked by Trismegistos ID
TM 18459 65016.
Each record below describes this same artifact or text from a different angle.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου
τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος ἔτους πέμπτου, Ἁθὺρ ἑκκαιδεκάτῃ τρίτης ἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ.
[… ? lines lost …]
……… πρόγραμμα ἀποκηρύξεώς τε καὶ ἀπαγορεύσεως, ἀπαθεῖς ἔχων τὰς φρένας
καὶ διανοίας, ὀρθῷ καὶ ἀκριβεῖ λογισμῷ, δίχα παντὸς δόλου καὶ φόβου καὶ βίας
καὶ ἀνάγκης καὶ ἀπάτης, ἐν δημοσίῳ καὶ πρακτικῷ τόπῳ. καὶ τοῦτο διαπέμπομαι
τοῖς πατρολοοῖς μου υἱοῖς ἕως ὀνόματος καὶ μόνου, φημὶ δὴ Διονυσίᾳ καὶ
Ἰωάννῃ καὶ Παυλίνῃ καὶ Ἀνδρέᾳ τοῖς ἀποβολιμαίοις …
[… ? lines lost …]
οἰόμενος εὑρεῖν ὑμᾶς βοηθοὺς ἐν ἅπασι καὶ γηροκόμους καὶ ὑποτακτικοὺς
καὶ ὑπηκόους· ἔκ τε τῶν ἐναντίων ἐν ἡλικίᾳ γεγένησθε ἀντίπαλοί μοι ὡς
καὶ μέγαιροι ὡς ἐκ πείρας ἔσχον τὴν ἄσπλαγχνον ὑμῶν πατροκτασίαν καὶ
ἀθετητικὴν γνώμην, ἐφʼ ὅτι νοσοβαρὴς ἐγενάμην παρʼ ὑμῶν …
[… ? lines lost …]
[…]ποιότητι καὶ ποσότητι ἀπὸ πολυτελοῦς μέχρι ἀσσαρίου ἑνὸς
καὶ ἑνὸς ὀβολοῦ, εἰ μὴ τὸ ἀπὸ νόμων τυπωθὲν μόνον φαλκίδιον ἤτοι δωδεκάτην
μοῖραν τοῦ ὑμῶν ἀκλήρου, καὶ οὐκ ἐξὸν ἔτι ὑμῖν τοῦ λοιποῦ ὀνομάσαι με
ὡς πατέρα, ὅσον καὶ ἐγὼ ὑμᾶς ἀπεταξάμην καὶ ἐβδελυξάμην ἀπὸ τοῦ νῦν
καὶ ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα παντελῆ χρόνον ὡς ἀποβολιμαίους καὶ νόθους
καὶ δουλοχείρονας …
[… ? lines lost …]
… κορακοβρωσίαν γενέσθαι καὶ ὀμματωρυξίαν τούτου τοῦ
τρόπου ὑμᾶς παραχαράττω μηδὲν λήμψασθαι μήτε μὴν δοῦναι ὑπὲρ
ἐμοῦ περιόντος τε ἢ καὶ θνήσκοντος, διὰ τὸ ἐμοὶ ὀρθῶς καὶ δικαίως
δεδόχθαι. καὶ ἐξορκίζω πάντα κριτὴν καὶ δικαστὴν καὶ πάντα θρόνον
καὶ ἀρχὴν καὶ ἐξουσίαν ἀεὶ φυλάξαι τὰ ἐπὶ τοῖς τοιούτοις ἀπαιδεύτοις
υἱοῖς ……… ὑπὲρ ἐμοῦ ἀπαγορεύσεως καὶ ἀποκηρύξεως γρα[…]
[… ? lines lost …]
… τόπον. ἐξορκίζω δὲ ἅμα καὶ τὸν δημόσιον σκρίβα καὶ ταβουλάριον
καὶ δημέκδικον τῆς τε τῆς λαμπρᾶς Ἀντινοέων πόλεως
κατὰ τοῦ Θεοῦ πρὸ πάντων καὶ τῆς νίκης καὶ διαμονῆς τῶν
οἰκουμενικῶν ἡμῶν δεσποτῶν καὶ βασιλέων Φλαυίου Ἰουστίνου
καὶ Αἰλίας Σοφίας τῶν αἰωνίων αὐτοκρατόρων τὴν συνήθη
ἀποδημίωσιν προσθέσθαι τοῖς διατυπωθεῖσι παρʼ ἐμοῦ ὁρισμοῖς …[…]
ἀεὶ βραβεύειν καὶ ἐκφωνῆσαι πάντῃ ἀηττήτως εἰς ἔκπληξιν μάλιστα
τῶν μελλόντων τὰ ἴσα τούτοις τοῖς ἀσεβέσι διαπράξασθαι. ἔχρην γὰρ κατὰ τὸν θεῖον νόμον τοὺς ἑαυτῶν γονεῖς ἄκρως τιμᾶν. τὸ ἐνάντιον δὲ
οἱ τοιοῦτοι κάκιστοι ἐλοιδώρησαν καὶ κατεφρόνησαν τὸν πατρικὸν
θεσμὸν καὶ τοῦτο ἐξέταξα μετὰ τοῦ προκειμένου φαλκιδίου τῇ ἐμῇ
διαθήκῃ καὶ εἰς εἴδησιν πάντων κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ
προφερομένην[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.