no image
DDbDP-text
Μάρκῳ Ἀννίῳ Συριακῷ ἐπάρχῳ Αἰγύπτου παρὰ τοῦ Πεθύλλου ἀπὸ τῆςμητροπόλεωςκώμης Καρανίδος τοῦ ἈρσινοίτουἈρσινοείτου. τῆς σῆς εἰς ἅπαντας εὐεργεσίας καὶ αὐτὸς εὐερ γετημένος ἀεὶ τυχών, κύριε, ἐπὶ σὴν εὐερ γεσίαν ἀναγκαίως κατέφυγον ἐν τού τῳ τῷ καιρῷ, αἴτησιν ποιουμένων γραμματείας τῶν πρακτόρων ἀργυρικῶν κώμης Καρανίδος τῆς Ἡρακλείδου Μερίδος, παρὰ τὴν ἡλικίαν ἐτῶν οζ, ἔτι δὲ πῆχυν ς ὑπηρεσίαν ταύτην ποιεῖν παρὰ τὸ γήρως αἰτηθεὶς, τῆς γραμμα τείας ταύτης δνης δι’ ὅλων τῶν ἐντολῶν σου, ἁπλῶς τὴν ὑπηρεσίαν μένην τῷ καὶ τοὺς ὀφθαλμοὺς ἀσθενεῖ, ἔτι τε τοῦτον μὴ εὐορκεῖν. ἐπεὶ ἡγεμὼν κύριε, οἱ τῆς ἡλικίας ταύτης ἀεὶ ὑπὸ σοῦ τοῦ εὐεργέτου κατὰ τὴν ἔμφυτόν σου εὐσέβειαν καὶ τῶν λιτουργιῶν ἀπολύονται, ἀξιῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι ἀπολυθῆναι με ἀπὸ τῆς γραμματείας ταύτης, ἵνα δυνηθῶ ἀνὴρ πρεσβύτης ἐκ τῆς σῆς εὐεργεσίας εἰς τὸν λοιπὸν τοῦ βίου χρόνον ζῆσαι καὶ ἵνα ὦμαι ὑπὸ σοῦ εὐεργετημένος. διευτύχει. διὰ γραφείου ὑπὲρ ἀργυρικῶν φόρων αἰγιαλοῦ Κάστωρ Πτολεμαίου εἰς ἔτος β παρὰ δραχμὴν α τίθενται δραχμαὶ βSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.