Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.zen.1.59001

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαί ου ἔτους δωδεκάτου, ἐφʼ ἱερέως Λεοντίσκου τοῦ Καλλιμήδους, μηνὸς Περιτίου, ἐνἐμ Πίτωι τοῦ Μεμφίτου νομοῦ. ἐδάνεισεν Διονύσιος Ἀπο λλωνίου Γαζαῖος τῶν περὶ Δείνωνα Ἰσιδώ ρωι Θράικι τεσσαρακονταρούρωι τῶν Λυκό φρονος ἀργυρίου δραχμὰς τριακοντατέσ σαρας , τοῦτο δʼ ἐστὶν ἡ τιμὴ τοῦ βασιλικοῦ σίτου, τόκου ὡς δύο δραχμῶν τῆι μνᾶι ἑκάστηι τὸντὸμ μῆνα ἕκαστον. ἀποδότω δὲ Ἰσίδωρος Διονυσίωι τὸ δάνειον ἐνἐμ μηνὶ Ἀρτεμισίωι τῶι ἐν τῶι τρεισ καιδεκάτωι ἔτει καὶ τὸν τόκον. ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι γεγραμμένωι χρόνωι, ἀποτει σάτω τὸ δάνειον ἡμιόλιον, καὶ ἡ πρᾶξις ἔστω Διονυσίωι ἐκ τῶν ὑπαρχόντων τῶν Ἰσιδώρου καὶ τῶν τοῦ ἐγγύου, πράσσοντι τρόπον ὃν ἂν βούληται Διονύσιος πρὸς βασιλικά. ἔγγυος τοῦ δανείου Ἰσιδώρου καὶ τῶν κατὰ τὴν συγγραφὴν εἰς ἔκτεισιν καὶ Διονυσίωι Δημήτριος Δάμωνος Θρᾶιξ σύγκληρος. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηι Διονύσιος ἢ ὧι ἂν Διονύσιος παραδῶι. μάρ τυρες Τηρήπης Θρᾶιξ τεσσαρακοντάρουρος, Ἑβρύ ζελμις Θρᾶιξ τεσσαρακοντάρουρος, Ποσειδώνιος Θρᾶιξ ἑβδομηκοντάρουρος, Βίθυς Θρᾶιξ ἑκατονδεκάρουρος, Διονύσιος Θρᾶιξ ἑξηκοντάρουρος, Ζίπυρος Βίθυος Θρᾶιξ σύγ κληρος, οὗτοι τῶν Λυκόφρονος. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου ἔτους δωδεκάτου, ἐφʼ ἱερέως Λεοντίσκου τοῦ Καλ λιμήδους, μηνὸς Περιτίου, ἐνἐμ Πίτωι τοῦ Μεμφί του νομοῦ. ἐδάνεισεν Διονύσιος Ἀπολλωνίου Γαζαῖος τῶν περὶ Δείνωνα Ἰσιδώρωι Θράικι τῶν Λυκόφρονος τεσσαρακονταρούρωι ἀργυ ρίου δραχμὰς τριακοντατέσσαρας , τοῦτο δʼ ἐστὶν ἡ τιμὴ τοῦ βασιλικοῦ σίτου, τόκου ὡς δύο δραχμῶν τῆι μνᾶι ἑκάστηι τὸντὸμ μῆνα ἕκαστον. ἀποδότω δὲ Ἰσίδωρος Διονυσίωι τὸ δάνειον ἐν μηνὶ Ἀρτεμισίωι τῶι ἐν τῶι τρεισκαιδεκάτωι ἔτει καὶ τὸν τόκον. ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι γεγραμμένωι χρόνωι, ἀποτεισάτω τὸ δάνειον ἡμιόλιον, καὶ ἡ πρᾶ ξις ἔστω Διονυσίωι ἐκ τῶν ὑπαρχόντων τῶν Ἰσιδώρου καὶ τῶν τοῦ ἐγγύου, πράσσοντι τρόπον ὃν ἂν βούληται Διονύσιος πρὸς βασι λικά. ἔγγυος τοῦ δανείου Ἰσιδώρου καὶ τῶν κατὰ τὴν συγγραφὴν πάντων εἰς ἔκτεισιν Διονυσίωι Δημήτριος Δάμωνος Θρᾶιξ τῶν Λυκόφρονος σύγκλη ρος. ἀρουρῶν τεσσαράκοντα . ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηι Διονύσιος ἢ ὧι ἂν Διονύσιος παραδῶι. μάρτυρες Βίθυς Θρᾶιξ ἑκατονδεκάρουρος, Τηρήπης Θρᾶιξ τεσσερακοντάρουρος, Ἑβρύζελμις Θρᾶιξ τεσσαρακον τάρουρος, Ποσειδώνιος Θρᾶιξ ἑβδομηκοντάρουρος, Ζίπυρος Θρᾶιξ σύγκληρος, μετὰ Βίθυος ἀρουρῶν ἑξήκοντα , Διονύσιος Θρᾶιξ ἑξηκον τάρουρος, οὗτοι τῶν Λυκόφρονος συγγραφοφύλαξ Βίθυς ἔχω κυρίαν κυρίανἔχει κυρίαν κυρίαν. πρὸς Ἰσίδωρον δραχμαὶ λδ. vestiges δραχμαὶ λδ. Ἑβρυζέλμιος, Ζιπύρου, Τηρήπους, Διονυσίου, Βίθυος, Ποσειδωνίου. Διονυσίου, Ἰσιδώρου, Δημητρίου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.