Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.zen.1.59036

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἀπολλόδοτος Χαρμίδει χαίρειν· ὑπογέγραφά σοι τῶν πρὸς Ξάνθιππον ἐπιστολῶν τὰ ἀντίγραφα. ἐντυχὼν οὖν αὐτῶι καὶ περὶ τῶν Βυξε δραχμῶν εἴδησον πῶς βούλεται οἰκονομῆσαι, καὶ, ἐὰν θέληι σοι διαγράψαι, λαβὼν παρʼ αὐτοῦ διάγραψον Μηδείωι ὃ ἐδεδώκει Στράτων ὁ ἐν Ἁλικαρνασσῶι γαζοφύλαξ ἀπὸ τῶν ἰατρικῶν Ἀντιπάτρωι τῶι παρὰ Ξανθίππου εἰς τὴν ναῦν ἣν τριηραρχεῖ Ξάνθιππος δραχμὰς Β, τὰς δὲ υξε διώβολον χαλκοῦς β διάπεμψον πρὸς ἡμᾶς δούς τινι ἀκίνδυνον, καὶ περὶ τῶν Γ δραχμῶν ἐπιμελήθητι ὅπως διαγράψηι Ἀπολλωνίωι καθότι ἐπεστάλκαμεν αὐτῶι. ἔρρωσο. ἔτους κη, Ἀπελλαίου κζ. Ἀπολλόδοτος Ξανθίππωι χαίρειν. εἰ τῶι τε σώματι ἔρρωσαι καὶ τὰ ἄλλατἄλλα σοι κατὰ γνώμην ἐστίν, εἴη ἂν ὡς ἡμεῖς θέλομεν· ἐρρώμεθα δὲ καὶ αὐτοί. ἐγράψαμέν σοι πρότερον διότι δεδώ καμεν διὰ Περιγένους εἰς τὴν ναῦν ἣν τριηραρχεῖς Ἀντιπάτρωι τῶι ἐπιπλέοντι ἐπὶ τῆς νεὼς δραχμὰς Β. ὅπως οὖν τοῦτό τε καὶ τὸ δοθὲν Ἑκατωνύμωι εἰς τὴν ἐννήρη δραχμὰς υξε διώβολον χαλκοῦς β, ἐάν τε φαίνηταί σοι, διαγράψηις Μηδείωι εἰς τὰ ἰατρικά, ἐάν τε βούληι, γράψηις Ἱκεσίωι διορθώσασθαι ἡμῖν ἀπὸ τῶν ἐνηροσίων, οὐθὲν δὲ σοῦ ἐπεσταλκότος βέλτιον ὑπελάβομεν εἶναι πάλιν γράψαι σοι περὶ τούτων. καλῶς ἂν οὖν ποιήσαις ἐπιστείλας ἡμῖν ὡς βούλει δεῖ γενέσθαι, ἵνα καὶ ἡμεῖς οὕτω καταχωρίσωμεν. ἐὰν δὲ φαίνηταί σοι Χαρμίδει τῶι παρʼ ἡμῶν τῶι τὴν ἐπιστολήν σοι ἀποδεδωκότι διαγράψαι, διάγραψον. ἔρρωσο. Ἀπολλόδοτος Ξανθίππωι χαίρειν. χωρὶς τῶν Β δραχμῶν ὧν γεγράφαμέν σοι ἐν τῆι ἑτέραι ἐπιστολῆι δεδώκαμεν ἄλλας Ἀντιπάτρωι τῶι παρὰ σοῦ τριηραρχοῦντι τὴν ἐννήρη δραχμὰς Γ ἃς δεῖ σε διορθώσασθαι Ἀπολλωνίωι τῶι διοικητῆι. καλῶς ἂν οὖν ποιήσαις συντάξας διαγράψαι αὐτῶι καθότι ὑπογεγράφαμέν σοι. ἔρρωσο. Ξάνθιππος Ἀπολλωνίωι. ὃ διέγραψεν Ἀπολλόδοτος ἐν Ἁλικαρνασσῶι διὰ τῆς Σωπόλιος Ἀντιπάτρωι τῶι ἐπὶ τῆς Ξανθίππου ἐννήρους, τὸ πεπτωκὸς ἔτος κζ Περιτίου η παρὰ ταμιῶν Ἁλικαρνασσέων τῶν ἐπὶ Δημητρίου, ὁ στέφανος τῶι βασιλεῖ, ὃν ἐξεδέξατο Ἀπολλώνιος Ἐπικύδει, ὃ δεήσει Ξάνθιππον διαγράψαι Ἀπολλωνίωι ἐν Ἀλεξανδρείαι ἀκίνδυνον, δραχμὰς Γ. Χαρμίδει ἀντίγραφα ἐπιστολῶν τῶν πρὸς Ξάνθιππον

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.