no image
DDbDP-text
Letter from Krotos to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 732.
Each record below describes this same artifact or text from a different angle.
Κρότος Ζήνωνι χαίρειν. γίνωσκε Ἄλεξιν οὐθὲν ἡμῖν πεποιηκόταοὐθὲν συνπεποιηκόταοὐθὲν πεποιηκότα τὸ κατὰ τὴν παιδίσκην, ἣν ἐνεχυράσαμεν παρὰ τῶν ἐπιπλευσάντων ἐπὶ τοῦ ἐλαίου, πρὸς τὸ κατακριθὲν αὐτῶν, οὔτε γὰρ τὸ ἀργύριοντἀργύριον ἡμῖν ἀποδίδωσιν οὔτε τὴν παιδίσκην. ὡσαύτως δὲ καὶ τὰ πρὸς Θήρωνα τὸν ἐκ τῆς κυβαίας ναύτην ἔχει, προήκατό τε γὰρ αὐτὸν ἐκ τοῦ δεσμωτηρίου, καὶ τὸ παράπαν οὐκ ἔστιν ἐνφανής. ἔρρωσο. ἔτους κθ, Ξανδικοῦ ε. Κρότος περὶ παιδίσκης ἧς ἠνε χύρασεν τῶν ἐπιπλευσάντων ἐπὶ τοῦ ἐλαίου, καὶ Θήρωνος τοῦ ἐκ τῆς κυβαίας. ἔτους κθ, Δαισίου ἐν Ἀλεξανδρείαι. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.