Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.zen.1.59093
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ἡράκλειτος Ζήνωνι χαίρειν. εἰ αὐτός τε ἔρρωσαι καὶ τὰ λοιπὰ σοί ἐστιν κατὰ λόγον, εἴη ἂν ὡς ἡμεῖς θέλομεν· ὑγιαίνομεν δὲ καὶ αὐτοί, καὶ σοῦ διατελοῦμεν ενεμ παντὶ καιρῶι μνείαν ποιούμενοι. περὶ τοῦ ἱππαρίου ἠξιοῦμεν Νικάνορα ὅπως ἀλλάξηι ἡμῖν. ἐπεὶ οὖν οὐκ ἐπεχώρει, ἠναγκάσθημεν ἀγοράσαντες δραχμῶν ω ἵππον ἐπικαῦσαι. ὁ δὲ παρὰ σοῦ ἵππος κατέφθαρται καὶ τη παρεγένετο δὲ καὶ Ἀπολλοφάνης εἰς Συρίαν, καὶ ἀποδημοῦντες ἡμεῖς εἰς Μασσύαν συνηντῶμεν αὐτῶι ἐν Σιδῶνι καὶ ἀνήγγελλεν ἡμῖνἀνηγγέλλομεν ὅτι Κρότος ἐν Ἰόπηι ἐστὶν βουλόμενος σώματας ἐξαποστεῖλαι καὶ στρώματα. οὐκ ἔφη οὖν δύνασθαι οὐκέτι παραπλεῖν· συντετάχθαι γὰρ ὑπὸ Διονυσοδώρου τὴν ἀποσκευὴν αὐτῶι ἀπαγαγεῖν εἰς Ἡράκλειαν. ἀνήγγελλεν δὲ ἡμῖν καὶ περὶ τῶν ἐν οἴκωι ὅτι ἔρρωνται πάντες. καὶ Μενεκλῆς δὲ ὁ ἐν Τύρωι ἔφη σωμάτιά τινα καὶ φορτία ἀγαγὼν αὐτὸς ἐκ Γάζης εἰς Τύρον μετεξελέσθαι εἰς Τύρον, οὐ προσαγγείλαντα τοῖς τελώναις οὐδὲ ἔχοντα ἐξαγωγὴν τῶν σωμάτων, τοὺς δὲ αἰσθομένους στερῆσαι αὐτόν· παραγενόμενος οὖν ὁ Ἀπολλοφάνης πρὸς τὸν Μενεκλῆν ἔφη τά τε σώματα καὶ τὰ φορτία σὰ εἶναι· διὸ καὶ ἀντελάβετ’ αὐτοῦἀντελάβετο αὐτοῦ ὁ Μενεκλῆς. γέγραφα οὖν σοι ὅπως ἐντείληι τῶι Ἀπολλοφάνει μηθὲν εἰς τὸ σὸν ὄνομα ἀπογράφεσθαι, ἀλλʼ εἴ σοι δοκεῖ χρήσιμον εἶναι. γίνωσκε δὲ καὶ ἡμᾶς πολλὰ κακοπαθήσαντας καὶ μόγις καταχωρισθέντας ἐν τῶι Δαισίωι μηνὶ τοῦ κθ ἔτους. Νικάνωρ μὲν γὰρ κέχρηται ἡμῖν ὡς ἂν εἴ τις ἐχθρῶι χρήσαιτο. καλῶς δʼ ἂν ποιοῖς καὶ σὺ ἐπιμελόμενος σαυτοῦ ὅπως ὑγιαίνηις. ἔρρωσο. Ἡρακλείτου. Ζήνωνι.Cross-references (3)
- TM-Text 747 primary
- DDbDP-Text p.cair.zen;1;59093 tier-1
- HGV-Text 747 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.