no image
DDbDP-text
Letter from Panakestor to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 773.
Each record below describes this same artifact or text from a different angle.
Πανακέστωρ Ζήνωνι χαίρειν. ἐκομισάμην τὴν παρὰ σοῦ ἐπιστολὴν τοῦ Χοίαχ κδ. γίνωσκε μὲν οὖν κεκομικότα ἡμῖν Ἰάσονα χαλκοῦ δραχμὰς Α. ἔγραψας δὲ σι σε ὡς ἂν ιι δοῦναι τὸ ὀψώνιον. γεγράφαμεν οὖν καὶ τὰ σύμβολά σοι ἀπέσταλκα. σπούδασον οὖν τῆς τριμήνου ἀποστεῖλαι, πλοῖον δοὺς αὐτῶι ὅπως οἰνάριον ἡμῖν ἀγάγηι· σπάνις γὰρ γίνεται. καλῶς δὲ ποιήσεις καὶ αὐτὸς παραγενόμενος ὡς ἂν εὐκαιρῆις καὶ φροντίσας ἵνα τὰ ἔργα συντελῆται. δʼ ἤδη καὶ κριθῶν ἀρτάβας Γχ καὶ τὴν λοιπὴν δὲ κατάγομεν. ἀπόστειλον δὲ χάρτας· ἐγλέλοιπε γὰρ ἡμᾶς. ἔρρωσο. ἔτους κθ, Χοίαχ κε. ἔτους κθ, Αὐδναίου κθ. Πανακέστωρ ὅτι κεκό μισται παρὰ Ἰάσονος χαλκοῦ δραχμὰς Α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.